BIBLIOTHECA AUGUSTANA

 

Euripides

485/84 - 406/05 a. Chr. n.

 

Ἄλκηστις

 

77-135

 

____________________________________________________________________

 

 

 

Πάροδος

 

Χορός·       τί ποθ᾽ ἡσυχία πρόσθεν μελάθρων;

τί σεσίγηται δόμος Ἀδμήτου;

ἀλλ᾽ οὐδὲ φίλων πέλας ἔστ᾽ οὐδείς,

80

ὅστις ἂν εἴποι πότερον φθιμένην

βασίλειαν πενθεῖν χρή <μ᾽>, ἢ ζῶσ᾽ ἔτι

φῶς τόδε λεύσσει Πελίου παῖς

Ἄλκηστις, ἐμοὶ πᾶσί τ᾽ ἀρίστη

δόξασα γυνὴ

85

πόσιν εἰς αὑτῆς γεγενῆσθαι.

 

{στρ. αʹ

κλύει τις ἢ στεναγμὸν ἢ

χειρῶν κτύπον κατὰ στέγας

ἢ γόον ὡς πεπραγμένων;

οὐ μὰν οὐδέ τις ἀμφιπόλων στα-

90

τίζεται ἀμφὶ πύλας. εἰ

γὰρ μετακοίμιος ἄτας,

ὦ Παιάν, φανείης.

– οὔ τἂν φθιμένης γ᾽ ἐσιώπων.

– νέκυς ἤδη.

– οὐ δὴ φροῦδός γ᾽ ἐξ οἴκων.

95

– πόθεν; οὐκ αὐχῶ. τί σε θαρσύνει;

– πῶς ἂν ἔρημον τάφον Ἄδμητος

·   ·   ·   ·   ·   ·   ·   ·   ·  

κεδνῆς ἂν ἔπραξε γυναικός;

 

{ἀντ. αʹ

πυλῶν πάροιθε δ᾽ οὐχ ὁρῶ

πηγαῖον ὡς νομίζεται

100

χέρνιβ᾽ ἐπὶ φθιτῶν πύλαις.

χαίτα τ᾽ οὔτις ἐπὶ προθύροις το-

μαῖος, ἃ δὴ νεκύων πέν-

θει πίτνει· οὐ νεολαία

δουπεῖ χεὶρ γυναικῶν.

105

– καὶ μὴν τόδε κύριον ἦμαρ . . .

– τί τόδ᾽ αὐδᾶις;

. . . ὧι χρή σφε μολεῖν κατὰ γαίας.

– ἔθιγες ψυχᾶς, ἔθιγες δὲ φρενῶν.

– χρὴ τῶν ἀγαθῶν διακναιομένων

110

πενθεῖν ὅστις

χρηστὸς ἀπ᾽ ἀρχῆς νενόμισται.

 

{στρ. βʹ

ἀλλ᾽ οὐδὲ ναυκληρίαν

ἔσθ᾽ ὅποι τις αἴας

στείλας, ἢ Λυκίαν

115

εἴτ᾽ ἐφ᾽ ἕδρας ἀνύδρους

Ἀμμωνιάδας,

δυστάνου παραλύσαι

ψυχάν· μόρος γὰρ ἀπότομος

πλάθει. θεῶν δ᾽ ἐπ᾽ ἐσχάραις

120

οὐκ ἔχω τίνα

μηλοθύταν πορευθῶ.

 

{ἀντ. βʹ

μόνος δ᾽ ἄν, εἰ φῶς τόδ᾽ ἦν

ὄμμασιν δεδορκὼς

Φοίβου παῖς, προλιποῦσ᾽

125

ἦλθεν ἕδρας σκοτίους

Ἅιδα τε πύλας·

δμαθέντας γὰρ ἀνίστη,

πρὶν αὐτὸν εἷλε διόβολον

πλῆκτρον πυρὸς κεραυνίου.

130

νῦν δὲ τίν᾽ ἔτι βίου

ἐλπίδα προσδέχωμαι;

 

πάντα γὰρ ἤδη τετέλεσται βασιλεῦσι,

πάντων δὲ θεῶν ἐπὶ βωμοῖς

αἱμόρραντοι θυσίαι πλήρεις·

135

οὐδ᾽ ἔστι κακῶν ἄκος οὐδέν.