Euripides
485/84 - 406/05 a. Chr. n.
Ἄλκηστις
1-76
|
|
____________________________________________________________________
|
|
Πρόλογος
Ἀπόλλων· Ὦ δώματ᾽ Ἀδμήτει᾽, ἐν οἷς ἔτλην ἐγὼθῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν.Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιοςἈσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα· | |
5 | οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸςκτείνω Κύκλωπας· καί με θητεύειν πατὴρθνητῶι παρ᾽ ἀνδρὶ τῶνδ᾽ ἄποιν᾽ ἠνάγκασεν.ἐλθὼν δὲ γαῖαν τήνδ᾽ ἐβουφόρβουν ξένωικαὶ τόνδ᾽ ἔσωιζον οἶκον ἐς τόδ᾽ ἡμέρας. |
10 | ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανονπαιδὸς Φέρητος, ὃν θανεῖν ἐρρυσάμην,Μοίρας δολώσας· ἤινεσαν δέ μοι θεαὶἌδμητον ἅιδην τὸν παραυτίκ᾽ ἐκφυγεῖν,ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν. |
15 | πάντας δ᾽ ἐλέγξας καὶ διεξελθὼν φίλους,πατέρα γεραιάν θ᾽ ἥ σφ᾽ ἔτικτε μητέρα,οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελεθανὼν πρὸ κείνου μηκέτ᾽ εἰσορᾶν φάος·ἣν νῦν κατ᾽ οἴκους ἐν χεροῖν βαστάζεται |
20 | ψυχορραγοῦσαν· τῆιδε γάρ σφ᾽ ἐν ἡμέραιθανεῖν πέπρωται καὶ μεταστῆναι βίου.ἐγὼ δέ, μὴ μίασμά μ᾽ ἐν δόμοις κίχηι,λείπω μελάθρων τῶνδε φιλτάτην στέγην.ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας, |
25 | ἱερῆ θανόντων, ὅς νιν εἰς Ἅιδου δόμουςμέλλει κατάξειν· συμμέτρως δ᾽ ἀφίκετο,φρουρῶν τόδ᾽ ἦμαρ ὧι θανεῖν αὐτὴν χρεών.Θάνατος· ἆ ἆ·τί σὺ πρὸς μελάθροις; τί σὺ τῆιδε πολεῖς, |
30 | Φοῖβ᾽; ἀδικεῖς αὖ τιμὰς ἐνέρωνἀφοριζόμενος καὶ καταπαύων;οὐκ ἤρκεσέ σοι μόρον Ἀδμήτουδιακωλῦσαι, Μοίρας δολίωισφήλαντι τέχνηι; νῦν δ᾽ ἐπὶ τῆιδ᾽ αὖ |
35 | χέρα τοξήρη φρουρεῖς ὁπλίσας,ἣ τόδ᾽ ὑπέστη, πόσιν ἐκλύσασ᾽αὐτὴ προθανεῖν Πελίου παῖς.Ἀπόλλων· θάρσει· δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω.Θάνατος· τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις; |
40 | Ἀπόλλων· σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί.Θάνατος· καὶ τοῖσδέ γ᾽ οἴκοις ἐκδίκως προσωφελεῖν.Ἀπόλλων· φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι.Θάνατος· καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ;Ἀπόλλων· ἀλλ᾽ οὐδ᾽ ἐκεῖνον πρὸς βίαν σ᾽ ἀφειλόμην. |
45 | Θάνατος· πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός;Ἀπόλλων· δάμαρτ᾽ ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα.Θάνατος· κἀπάξομαί γε νερτέραν ὑπὸ χθόνα.Ἀπόλλων· λαβὼν ἴθ᾽· οὐ γὰρ οἶδ᾽ ἂν εἰ πείσαιμί σε.Θάνατος· κτείνειν γ᾽ ὃν ἂν χρῆι; τοῦτο γὰρ τετάγμεθα. |
50 | Ἀπόλλων· οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἐμβαλεῖν.Θάνατος· ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν.Ἀπόλλων· ἔστ᾽ οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι;Θάνατος· οὐκ ἔστι· τιμαῖς κἀμὲ τέρπεσθαι δόκει.Ἀπόλλων· οὔτοι πλέον γ᾽ ἂν ἢ μίαν ψυχὴν λάβοις. |
55 | Θάνατος· νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας.Ἀπόλλων· κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται.Θάνατος· πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης.Ἀπόλλων· πῶς εἶπας; ἀλλ᾽ ἦ καὶ σοφὸς λέληθας ὤν;Θάνατος· ὠνοῖντ᾽ ἂν οἷς πάρεστι γηραιοὺς θανεῖν. |
60 | Ἀπόλλων· οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν;Θάνατος· οὐ δῆτ᾽· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους.Ἀπόλλων· ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους.Θάνατος· οὐκ ἂν δύναιο πάντ᾽ ἔχειν ἃ μή σε δεῖ.Ἀπόλλων· ἦ μὴν σὺ πείσηι καίπερ ὠμὸς ὢν ἄγαν· |
65 | τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνὴρ,Εὐρυσθέως πέμψαντος ἵππειον μέταὄχημα Θρήικης ἐκ τόπων δυσχειμέρων,ὃς δὴ ξενωθεὶς τοῖσδ᾽ ἐν Ἀδμήτου δόμοιςβίαι γυναῖκα τήνδε σ᾽ ἐξαιρήσεται. |
70 | κοὔθ᾽ ἡ παρ᾽ ἡμῶν σοι γενήσεται χάριςδράσεις θ᾽ ὁμοίως ταῦτ᾽ ἀπεχθήσηι τ᾽ ἐμοί.Θάνατος· πόλλ᾽ ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις·ἡ δ᾽ οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους.στείχω δ᾽ ἐπ᾽ αὐτήν, ὡς κατάρξωμαι ξίφει· |
75 | ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶνὅτου τόδ᾽ ἔγχος κρατὸς ἁγνίσηι τρίχα. |