BIBLIOTHECA AUGUSTANA

 

Euripides

485/84 - 406/05 a. Chr. n.

 

Ἄλκηστις

 

476-567

 

____________________________________________________________________

 

 

 

Ἐπεισόδιον γʹ

 

Ἡρακλῆς· ξένοι, Φεραίας τῆσδε κωμῆται χθονός,

Ἄδμητον ἐν δόμοισιν ἆρα κιγχάνω;

Χορός· ἔστ᾽ ἐν δόμοισι παῖς Φέρητος, Ἡράκλεις.

ἀλλ᾽ εἰπὲ χρεία τίς σε Θεσσαλῶν χθόνα

480

πέμπει, Φεραῖον ἄστυ προσβῆναι τόδε.

Ἡρακλῆς· Τιρυνθίωι πράσσω τιν᾽ Εὐρυσθεῖ πόνον.

Χορός· καὶ ποῖ πορεύηι; τῶι προσέζευξαι πλάνωι;

Ἡρακλῆς· Θρηικὸς τέτρωρον ἅρμα Διομήδους μέτα.

Χορός· πῶς οὖν δυνήσηι; μῶν ἄπειρος εἶ ξένου;

485

Ἡρακλῆς· ἄπειρος· οὔπω Βιστόνων ἦλθον χθόνα.

Χορός· οὐκ ἔστιν ἵππων δεσπόσαι σ᾽ ἄνευ μάχης.

Ἡρακλῆς· ἀλλ᾽ οὐδ᾽ ἀπειπεῖν μὴν πόνους οἷόν τ᾽ ἐμοί.

Χορός· κτανὼν ἄρ᾽ ἥξεις ἢ θανὼν αὐτοῦ μενεῖς.

Ἡρακλῆς· οὐ τόνδ᾽ ἀγῶνα πρῶτον ἂν δράμοιμ᾽ ἐγώ.

490

Χορός· τί δ᾽ ἂν κρατήσας δεσπότην πλέον λάβοις;

Ἡρακλῆς· πώλους ἀπάξω κοιράνωι Τιρυνθίωι.

Χορός· οὐκ εὐμαρὲς χαλινὸν ἐμβαλεῖν γνάθοις.

Ἡρακλῆς· εἰ μή γε πῦρ πνέουσι μυκτήρων ἄπο.

Χορός· ἀλλ᾽ ἄνδρας ἀρταμοῦσι λαιψηραῖς γνάθοις.

495

Ἡρακλῆς· θηρῶν ὀρείων χόρτον, οὐχ ἵππων, λέγεις.

Χορός· φάτνας ἴδοις ἂν αἵμασιν πεφυρμένας.

Ἡρακλῆς· τίνος δ᾽ ὁ θρέψας παῖς πατρὸς κομπάζεται;

Χορός· Ἄρεος, ζαχρύσου Θρηικίας πέλτης ἄναξ.

Ἡρακλῆς· καὶ τόνδε τοὐμοῦ δαίμονος πόνον λέγεις·

500

σκληρὸς γὰρ αἰεὶ καὶ πρὸς αἶπος ἔρχεται,

εἰ χρή με παισὶν οἷς Ἄρης ἐγείνατο

μάχην συνάψαι, πρῶτα μὲν Λυκάονι,

αὖθις δὲ Κύκνωι, τόνδε δ᾽ ἔρχομαι τρίτον

ἀγῶνα πώλοις δεσπότηι τε συμβαλῶν.

505

ἀλλ᾽ οὔτις ἔστιν ὃς τὸν Ἀλκμήνης γόνον

τρέσαντα χεῖρα πολεμίαν ποτ᾽ ὄψεται.

Χορός· καὶ μὴν ὅδ᾽ αὐτὸς τῆσδε κοίρανος χθονὸς

Ἄδμητος ἔξω δωμάτων πορεύεται.

Ἄδμητος· χαῖρ᾽, ὦ Διὸς παῖ Περσέως τ᾽ ἀφ᾽ αἵματος.

510

Ἡρακλῆς· Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ.

Ἄδμητος· θέλοιμ᾽ ἄν· εὔνουν δ᾽ ὄντα σ᾽ ἐξεπίσταμαι.

Ἡρακλῆς· τί χρῆμα κουρᾶι τῆιδε πενθίμωι πρέπεις;

Ἄδμητος· θάπτειν τιν᾽ ἐν τῆιδ᾽ ἡμέραι μέλλω νεκρόν.

Ἡρακλῆς· ἀπ᾽ οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός.

515

Ἄδμητος· ζῶσιν κατ᾽ οἴκους παῖδες οὓς ἔφυσ᾽ ἐγώ.

Ἡρακλῆς· πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται.

Ἄδμητος· κἀκεῖνος ἔστι χἡ τεκοῦσά μ᾽, Ἡράκλεις.

Ἡρακλῆς· οὐ μὴν γυνή γ᾽ ὄλωλεν Ἄλκηστις σέθεν;

Ἄδμητος· διπλοῦς ἐπ᾽ αὐτῆι μῦθος ἔστι μοι λέγειν.

520

Ἡρακλῆς· πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι;

Ἄδμητος· ἔστιν τε κοὐκέτ᾽ ἔστιν, ἀλγύνει δ᾽ ἐμέ.

Ἡρακλῆς· οὐδέν τι μᾶλλον οἶδ᾽· ἄσημα γὰρ λέγεις.

Ἄδμητος· οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών;

Ἡρακλῆς· οἶδ᾽, ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην.

525

Ἄδμητος· πῶς οὖν ἔτ᾽ ἔστιν, εἴπερ ἤινεσεν τάδε;

Ἡρακλῆς· ἆ, μὴ πρόκλαι᾽ ἄκοιτιν, ἐς τότ᾽ ἀμβαλοῦ.

Ἄδμητος· τέθνηχ᾽ ὁ μέλλων, κοὐκέτ᾽ ἔσθ᾽ ὁ κατθανών.

Ἡρακλῆς· χωρὶς τό τ᾽ εἶναι καὶ τὸ μὴ νομίζεται.

Ἄδμητος· σὺ τῆιδε κρίνεις, Ἡράκλεις, κείνηι δ᾽ ἐγώ.

530

Ἡρακλῆς· τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών;

Ἄδμητος· γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα.

Ἡρακλῆς· ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις;

Ἄδμητος· ὀθνεῖος, ἄλλως δ᾽ ἦν ἀναγκαία δόμοις.

Ἡρακλῆς· πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον;

535

Ἄδμητος· πατρὸς θανόντος ἐνθάδ᾽ ὠρφανεύετο.

Ἡρακλῆς· φεῦ.

εἴθ᾽ ηὕρομέν σ᾽, Ἄδμητε, μὴ λυπούμενον.

Ἄδμητος· ὡς δὴ τί δράσων τόνδ᾽ ὑπορράπτεις λόγον;

Ἡρακλῆς· ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι.

Ἄδμητος· οὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ᾽ ἔλθοι κακόν.

540

Ἡρακλῆς· λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος.

Ἄδμητος· τεθνᾶσιν οἱ θανόντες· ἀλλ᾽ ἴθ᾽ ἐς δόμους.

Ἡρακλῆς· αἰσχρόν παρὰ κλαίουσι θοινᾶσθαι φίλοις.

Ἄδμητος· χωρὶς ξενῶνές εἰσιν οἷ σ᾽ ἐσάξομεν.

Ἡρακλῆς· μέθες με καί σοι μυρίαν ἕξω χάριν.

545

Ἄδμητος· οὐκ ἔστιν ἄλλου σ᾽ ἀνδρὸς ἑστίαν μολεῖν.

ἡγοῦ σὺ τῶιδε δωμάτων ἐξωπίους

ξενῶνας οἴξας, τοῖς τ᾽ ἐφεστῶσιν φράσον

σίτων παρεῖναι πλῆθος· ἐν δὲ κλήισατε

θύρας μεσαύλους· οὐ πρέπει θοινωμένους

550

κλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους.

Χορός· τί δρᾶις; τοσαύτης συμφορᾶς προσκειμένης,

Ἄδμητε, τολμᾶις ξενοδοκεῖν; τί μῶρος εἶ;

Ἄδμητος· ἀλλ᾽ εἰ δόμων σφε καὶ πόλεως ἀπήλασα

ξένον μολόντα, μᾶλλον ἄν μ᾽ ἐπήινεσας;

555

οὐ δῆτ᾽, ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂν

μείων ἐγίγνετ᾽, ἀξενώτερος δ᾽ ἐγώ.

καὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ᾽ ἂν ἦν κακόν,

δόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους.

αὐτὸς δ᾽ ἀρίστου τοῦδε τυγχάνω ξένου,

560

ὅταν ποτ᾽ Ἄργους διψίαν ἔλθω χθόνα.

Χορός· πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα,

φίλου μολόντος ἀνδρὸς ὡς αὐτὸς λέγεις;

Ἄδμητος· οὐκ ἄν ποτ᾽ ἠθέλησεν εἰσελθεῖν δόμους,

εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισεν.

565

καὶ τῶι μέν, οἶμαι, δρῶν τάδ᾽ οὐ φρονεῖν δοκῶ,

οὐδ᾽ αἰνέσει με· τἀμὰ δ᾽ οὐκ ἐπίσταται

μέλαθρ᾽ ἀπωθεῖν οὐδ᾽ ἀτιμάζειν ξένους.