BIBLIOTHECA AUGUSTANA

 

Euripides

485/84 - 406/05 a. Chr. n.

 

Ἄλκηστις

 

568-605

 

____________________________________________________________________

 

 

 

Στάσιμον γʹ

 

{στρ.

Χορός· ὦ πολύξεινος καὶ ἐλευθέρου ἀνδρὸς ἀεί ποτ᾽ οἶκος,

570

σέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλων

ἠξίωσε ναίειν,

ἔτλα δὲ σοῖσι μηλονόμας

ἐν νομοῖς γενέσθαι,

575

δοχμιᾶν διὰ κλειτύων

βοσκήμασι σοῖσι συρίζων

ποιμνίτας ὑμεναίους.

 

{ἀντ.

σὺν δ᾽ ἐποιμαίνοντο χαρᾶι μελέων βαλιαί τε λύγκες,

580

ἔβα δὲ λιποῦσ᾽ Ὄθρυος νάπαν λεόντων

ἁ δαφοινὸς ἴλα·

χόρευσε δ᾽ ἀμφὶ σὰν κιθάραν,

Φοῖβε, ποικιλόθριξ

585

νεβρὸς ὑψικόμων πέραν

βαίνουσ᾽ ἐλατᾶν σφυρῶι κούφωι,

χαίρουσ᾽ εὔφρονι μολπᾶι.

 

{στρ.

τοιγὰρ πολυμηλοτάταν

ἑστίαν οἰκεῖς παρὰ καλλίναον

590

Βοιβίαν λίμναν. ἀρότοις δὲ γυᾶν

καὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲν

ἀελίου κνεφαίαν

ἱππόστασιν αἰθέρα τὰν Μολοσσῶν * * * τίθεται,

595

πόντιον δ᾽ Αἰγαίων᾽ ἐπ᾽ ἀκτὰν

ἀλίμενον Πηλίου κρατύνει.

 

{ἀντ.

καὶ νῦν δόμον ἀμπετάσας

δέξατο ξεῖνον νοτερῶι βλεφάρωι,

τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐν

600

δώμασιν ἀρτιθανῆ· τὸ γὰρ εὐγενὲς

ἐκφέρεται πρὸς αἰδῶ.

ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ᾽ ἔνεστιν σοφίας. ἄγαμαι·

πρὸς δ᾽ ἐμᾶι ψυχᾶι θράσος ἧσται

605

θεοσεβῆ φῶτα κεδνὰ πράξειν.