BIBLIOTHECA AUGUSTANA

 

Aristophanes

ca. 447 - ca. 386 a. Chr. n.

 

Ἐκκλησιάζουσαι

 

Ἐπεισόδια

 

___________________________________________________

 

 

 

Χορός

[deest]

 

Ἀνὴρ Α

730

χώρει σὺ δεῦρο κιναχύρα καλὴ καλῶς

τῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν,

ὅπως ἂν ἐντετριμμένη κανηφορῆις,

πολλοὺς κάτω δὴ θυλάκους στρέψασ᾽ ἐμούς.

ποῦ ᾽σθ᾽ ἡ διφροφόρος; ἡ χύτρα δεῦρ᾽ ἔξιθι,

735

νὴ Δία μέλαινά γ᾽, οὐδ᾽ ἂν εἰ τὸ φάρμακον

ἕψουσ᾽ ἔτυχες ὧι Λυσικράτης μελαίνεται.

ἵστω παρ᾽ αὐτήν, δεῦρ᾽ ἴθ᾽, ἡ κομμώτρια.

φέρε δεῦρο ταύτην τὴν ὑδρίαν ὑδριαφόρε

ἐνταῦθα. σὺ δὲ δεῦρ᾽ ἡ κιθαρωιδὸς ἔξιθι,

740

πολλάκις ἀναστήσασά μ᾽ εἰς ἐκκλησίαν

ἀωρὶ νυκτῶν διὰ τὸν ὄρθριον νόμον.

ὁ τὴν σκάφην λαβὼν προΐτω· τὰ κηρία

κόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον,

καὶ τὼ τρίποδ᾽ ἐξένεγκε καὶ τὴν λήκυθον.

745

τὰ χυτρίδι᾽ ἤδη καὶ τὸν ὄχλον ἀφίετε.

 

Ἀνὴρ Β

ἐγὼ καταθήσω τἀμά; κακοδαίμων ἄρα

ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος.

μὰ τὸν Ποσειδῶ γ᾽ οὐδέποτ᾽, ἀλλὰ βασανιῶ

πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι.

750

οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίαν

οὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ,

πρὶν ‹ἂν› ἐκπύθωμαι πᾶν τὸ πρᾶγμ᾽ ὅπως ἔχει.

οὗτος τί τὰ σκευάρια ταυτὶ βούλεται;

πότερον μετοικιζόμενος ἐξενήνοχας

755

αὔτ᾽ ἢ φέρεις ἐνέχυρα θήσων;

 

Ἀνὴρ Α

οὐδαμῶς

 

Ἀνὴρ Β

τί δῆτ᾽ ἐπὶ στοίχου ᾽στὶν οὕτως; οὔτι μὴ

Ἱέρωνι τῶι κήρυκι πομπὴν πέμπετε;

 

Ἀνὴρ Α

μὰ Δί᾽ ἀλλ᾽ ἀποφέρειν αὐτὰ μέλλω τῆι πόλει

ἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους.

 

Ἀνὴρ Β

760

μέλλεις ἀποφέρειν;

 

Ἀνὴρ Α

πάνυ γε.

 

Ἀνὴρ Β

κακοδαίμων ἄρ᾽ εἶ

νὴ τὸν Δία τὸν σωτῆρα.

 

Ἀνὴρ Α

πῶς;

 

Ἀνὴρ Β

πῶς; ῥαιδίως.

 

Ἀνὴρ Α

τί δ᾽; οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ;

 

Ἀνὴρ Β

ποίοισιν ὦ δύστηνε;

 

Ἀνὴρ Α

τοῖς δεδογμένοις.

 

Ἀνὴρ Β

δεδογμένοισιν; ὡς ἀνόητος ἦσθ᾽ ἄρα.

 

Ἀνὴρ Α

765

ἀνόητος;

 

Ἀνὴρ Β

οὐ γάρ; ἠλιθιώτατος μὲν οὖν

ἁπαξαπάντων.

 

Ἀνὴρ Α

ὅτι τὸ ταττόμενον ποιῶ;

 

Ἀνὴρ Β

τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα;

 

Ἀνὴρ Α

μάλιστα πάντων.

 

Ἀνὴρ Β

τὸν μὲν οὖν ἀβέλτερον.

 

Ἀνὴρ Α

σὺ δ᾽ οὐ καταθεῖναι διανοεῖ;

 

Ἀνὴρ Β

φυλάξομαι

770

πρὶν ἄν γ᾽ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται.

 

Ἀνὴρ Α

τί γὰρ ἄλλο γ᾽ ἢ φέρειν παρεσκευασμένοι

τὰ χρήματ᾽ εἰσίν;

 

Ἀνὴρ Β

ἀλλ᾽ ἰδὼν ἐπειθόμην.

 

Ἀνὴρ Α

λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς.

 

Ἀνὴρ Β

λέξουσι γάρ.

 

Ἀνὴρ Α

καὶ φασιν οἴσειν ἀράμενοι.

 

Ἀνὴρ Β

φήσουσι γάρ.

 

Ἀνὴρ Α

775

ἀπολεῖς ἀπιστῶν πάντ᾽.

 

Ἀνὴρ Β

ἀπιστήσουσι γάρ.

 

Ἀνὴρ Α

ὁ Ζεύς σέ γ᾽ ἐπιτρίψειεν.

 

Ἀνὴρ Β

ἐπιτρίψουσι γάρ.

οἴσειν δοκεῖς τιν᾽ ὅστις αὐτῶν νοῦν ἔχει;

οὐ γὰρ πάτριον τοῦτ᾽ ἐστίν, ἀλλὰ λαμβάνειν

ἡμᾶς μόνον δεῖ νὴ Δία· καὶ γὰρ οἱ θεοί·

780

γνώσει δ᾽ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων·

ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά,

ἕστηκεν ἐκτείνοντα τὴν χεῖρ᾽ ὑπτίαν

οὐχ ὥς τι δώσοντ᾽ ἀλλ᾽ ὅπως τι λήψεται.

 

Ἀνὴρ Α

ὦ δαιμόνι᾽ ἀνδρῶν ἔα με τῶν προὔργου τι δρᾶν.

785

ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μοὔσθ᾽ ἱμάς;

 

Ἀνὴρ Β

ὄντως γὰρ οἴσεις;

 

Ἀνὴρ Α

ναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν

τωδὶ ξυνάπτω τὼ τρίποδε.

 

Ἀνὴρ Β

τῆς μωρίας,

τὸ μηδὲ περιμείναντα τοὺς ἄλλους ὅ τι

δράσουσιν εἶτα τηνικαῦτ᾽ ἤδη -

 

Ἀνὴρ Α

τὶ δρᾶν;

 

Ἀνὴρ Β

790

ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι.

 

Ἀνὴρ Α

ἵνα δὴ τί;

 

Ἀνὴρ Β

σεισμὸς εἰ γένοιτο πολλάκις

ἢ πῦρ ἀπότροπον, ἢ διάιξειεν γαλῆ,

παύσαιντ᾽ ἂν ἐσφέροντες ὦμβρόντητε σύ.

 

Ἀνὴρ Α

χαρίεντα γοῦν πάθοιμ᾽ ἄν, εἰ μὴ ᾽χοιμ᾽ ὅποι·

795

ταῦτα καταθείμην.

 

Ἀνὴρ Β

μὴ γὰρ οὐ λάβηις ὅποι·

θάρρει, καταθήσεις, κἂν ἔνης ἔλθηις.

 

Ἀνὴρ Α

τιή;

 

Ἀνὴρ Β

ἐγὦιδα τούτους χειροτονοῦντας μὲν ταχύ,

ἅττ᾽ ἂν δὲ δόξηι ταῦτα πάλιν ἀρνουμένους.

 

Ἀνὴρ Α

οἴσουσιν ὦ τᾶν.

 

Ἀνὴρ Β

ἢν δὲ μὴ κομίσωσι, τί;

 

Ἀνὴρ Α

800

ἀμέλει κομιοῦσιν.

 

Ἀνὴρ Β

ἢν δὲ μὴ κομίσωσι, τί;

 

Ἀνὴρ Α

μαχούμεθ᾽ αὐτοῖς.

 

Ἀνὴρ Β

ἢν δὲ κρείττους ὦσι, τί;

 

Ἀνὴρ Α

ἄπειμ᾽ ἐάσας.

 

Ἀνὴρ Β

ἢν δὲ πωλῶσ᾽ αὐτά, τί;

 

Ἀνὴρ Α

διαρραγείης.

 

Ἀνὴρ Β

ἢν διαρραγῶ δέ, τί;

 

Ἀνὴρ Α

καλῶς ποιήσεις.

 

Ἀνὴρ Β

σὺ δ᾽ ἐπιθυμήσεις φέρειν;

 

Ἀνὴρ Α

805

ἔγωγε· καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας

ὁρῶ φέροντας.

 

Ἀνὴρ Β

πάνυ γ᾽ ἂν οὖν Ἀντισθένης

αὔτ᾽ εἰςενέγκοι· πολὺ γὰρ ἐμμελέστερον

πρότερον χέσαι πλεῖν ἢ τριάκονθ᾽ ἡμέρας.

 

Ἀνὴρ Α

οἴμωζε.

 

Ἀνὴρ Β

Καλλίμαχος δ᾽ ὁ χοροδιδάσκαλος

810

αὐτοῖσιν εἰσοίσει τι;

 

Ἀνὴρ Α

πλείω Καλλίου.

 

Ἀνὴρ Β

ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.

 

Ἀνὴρ Α

δεινά γε λέγεις.

 

Ἀνὴρ Β

τί δεινόν; ὥσπερ οὐχ ὁρῶν

ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.

οὐκ οἶσθ᾽ ἐκεῖν᾽ οὕδοξε τὸ περὶ τῶν ἁλῶν;

 

Ἀνὴρ Α

815

ἔγωγε.

 

Ἀνὴρ Β

τοὺς χαλκοῦς δ᾽ ἐκείνους ἡνίκα

ἐψηφισάμεθ᾽, οὐκ οἶσθα;

 

Ἀνὴρ Α

καὶ κακόν γέ μοι

τὸ κόμμ᾽ ἐγένετ᾽ ἐκεῖνο. πωλῶν γὰρ βότρυς

μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων,

κἄπειτ᾽ ἐχώρουν εἰς ἀγορὰν ἐπ᾽ ἄλφιτα.

820

ἔπειθ᾽ ὑπέχοντος ἄρτι μου τὸν θύλακον,

ἀνέκραγ᾽ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα

χαλκοῦν τὸ λοιπόν· "ἀργύρωι γὰρ χρώμεθα".

 

Ἀνὴρ Β

τὸ δ᾽ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν

τάλαντ᾽ ἔσεσθαι πεντακόσια τῆι πόλει

825

τῆς τετταρακοστῆς, ἣν ἐπόρισ᾽ Εὐριπίδης;

κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην·

ὅτε δὴ δ᾽ ἀνασκοπουμένοις ἐφαίνετο

ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμ᾽ οὐκ ἤρκεσεν,

πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.

 

Ἀνὴρ Α

830

οὐ ταὐτὸν ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,

νῦν δ᾽ αἱ γυναῖκες.

 

Ἀνὴρ Β

ἃς ἐγὼ φυλάξομαι

νὴ τὸν Ποσειδῶ μὴ κατουρήσωσί μου.

 

Ἀνὴρ Α

οὐκ οἶδ᾽ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον ὁ παῖς.

Κηρύκαινα

ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτ᾽ ἔχει,

835

χωρεῖτ᾽ ἐπείγεσθ᾽ εὐθὺ τῆς στρατηγίδος,

ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις

φράσηι καθ᾽ ἕκαστον ἄνδρ᾽ ὅποι δειπνήσετε·

ὡς αἱ τράπεζαι γ᾽ εἰσὶν ἐπινενησμέναι

ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι,

840

κλῖναί τε σισυρῶν καὶ δαπίδων †νενασμέναι†,

κρατῆρα συγκιρνᾶσιν, αἱ μυροπώλιδες

ἑστᾶσ᾽ ἐφεξῆς, τὰ τεμάχη ῥιπίζεται,

λαγῶι ἀναπηγνύασι, πόπανα πέττεται,

στέφανοι πλέκονται, φρύγεται τραγήματα,

845

χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται.

Σμοῖος δ᾽ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων

τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια.

Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδε

ἔχων, καχάζων μεθ᾽ ἑτέρου νεανίου·

850

ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος.

πρὸς ταῦτα χωρεῖθ᾽, ὡς ὁ τὴν μᾶζαν φέρων

ἕστηκεν· ἀλλὰ τὰς γνάθους διοίγνυτε.

 

Ἀνὴρ Β

οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκ᾽ ἔχων

ἐνταῦθ᾽, ἐπειδὴ ταῦτα τῆι πόλει δοκεῖ;

 

Ἀνὴρ Α

855

καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;

 

Ἀνὴρ Β

ἐπὶ δεῖπνον.

 

Ἀνὴρ Α

οὐ δῆτ᾽, ἤν γ᾽ ἐκείναις νοῦς ἐνῆι,

πρίν γ᾽ ἂν ἀπενέγκηις.

 

Ἀνὴρ Β

ἀλλ᾽ ἀποίσω.

 

Ἀνὴρ Α

πηνίκα;

 

Ἀνὴρ Β

οὐ τοὐμὸν ὦ τᾶν ἐμποδὼν ἔσται.

 

Ἀνὴρ Α

τί δή;

 

Ἀνὴρ Β

ἑτέρους ἀποίσειν φήμ᾽ ἔθ᾽ ὑστέρους ἐμοῦ.

 

Ἀνὴρ Α

860

βαδιεῖ δὲ δειπνήσων ὅμως;

 

Ἀνὴρ Β

τί γὰρ πάθω;

τὰ δυνατὰ γὰρ δεῖ τῆι πόλει ξυλλαμβάνειν

τοὺς εὖ φρονοῦντας.

 

Ἀνὴρ Α

ἢν δὲ κωλύσωσι, τί;

 

Ἀνὴρ Β

ὁμόσ᾽ εἶμι κύψας.

 

Ἀνὴρ Α

ἢν δὲ μαστιγῶσι, τί;

 

Ἀνὴρ Β

καλούμεθ᾽ αὐτάς.

 

Ἀνὴρ Α

ἢν δὲ καταγελῶσι, τί;

 

Ἀνὴρ Β

865

ἐπὶ ταῖς θύραις ἑστώς -

 

Ἀνὴρ Α

τί δράσεις; εἰπέ μοι.

 

Ἀνὴρ Β

τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία.

 

Ἀνὴρ Α

βάδιζε τοίνυν ὕστερος· σὺ δ᾽ ὦ Σίκων

καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.

 

Ἀνὴρ Β

φέρε νυν ἐγώ σοι ξυμφέρω.

 

Ἀνὴρ Α

μὴ μηδαμῶς.

870

δέδοικα γὰρ μὴ καὶ παρὰ τῆι στρατηγίδι,

ὅταν κατατιθῶ, προσποιῆι τῶν χρημάτων.

 

Ἀνὴρ Β

νὴ τὸν Δία δεῖ γοῦν μηχανήματός τινος,

ὅπως τὰ μὲν ὄντα χρήμαθ᾽ ἕξω, τοισδεδὶ

τῶν ματτομένων κοινῆι μεθέξω πως ἐγώ.

875

ὀρθῶς ἔμοιγε φαίνεται· βαδιστέον

ὁμόσ᾽ ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.

 

Χορός

[deest]

 

Γραῦς Α

τί ποθ᾽ ἅνδρες οὐχ ἥκουσιν; ὥρα δ᾽ ἦν πάλαι·

ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίωι

ἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένη

880

ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος,

παίζουσα. πῶς ἂν περιλάβοιμ᾽ αὐτῶν τινὰ

παριόντα; Μοῦσαι δεῦρ᾽ ἴτ᾽ ἐπὶ τοὐμὸν στόμα,

μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν.

 

Νεᾶνις

νῦν μέν με παρακύψασα προὔφθης ὦ σαπρά.

885

ὤιου δ᾽ ἐρήμας οὐ παρούσης ἐνθάδε

ἐμοῦ τρυγήσειν καὶ προσάξεσθαί τινα

ἄιδουσ᾽· ἐγὼ δ᾽ ἢν τοῦτο δρᾶις ἀντάισομαι.

κεἰ γὰρ δι᾽ ὄχλου τοῦτ᾽ ἐστὶ τοῖς θεωμένοις,

ὅμως ἔχει τερπνόν τι καὶ κωμωιδικόν.

 

Γραῦς Α

890

τούτωι διαλέγου κἀποχώρησον· σὺ δὲ

φιλοττάριον αὐλητὰ τοὺς αὐλοὺς λαβὼν

ἄξιον ἐμοῦ καὶ σοῦ προσαύλησον μέλος.

εἴ τις ἀγαθὸν βούλεται πα-

θεῖν τι, παρ᾽ ἐμοὶ χρὴ καθεύδειν.

895

οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔν-

εστιν ἀλλ᾽ ἐν ταῖς πεπείραις·

οὐδέ τις στέργειν ἂν ἐθέλοι μᾶλλον ἢ ᾽γὼ

τὸν φίλον ὧιπερ ξυνείην,

ἀλλ᾽ ἐφ᾽ ἕτερον ἂν πέτοιτο.

 

Νεᾶνις

900

μὴ φθόνει ταῖσιν νέαισι.

τὸ τρυφερὸν γὰρ ἐμπέφυκε

τοῖς ἁπαλοῖσι μηροῖς

κἀπὶ τοῖς μήλοις ἐπανθεῖ· σὺ δ᾽ ὦ γραῦ,

παραλέλεξαι κἀντέτριψαι,

905

τῶι θανάτωι μέλημα.

 

Γραῦς Α

ἐκπέσοι σου τὸ τρῆμα

τό τ᾽ ἐπίκλιντρον ἀποβάλοιο

βουλομένη σποδεῖσθαι,

καπὶ τῆς κλίνης ὄφιν εὕροις

καὶ προσελκύσαιο . . .

910

βουλομένη φιλῆσαι.

 

Νεᾶνις

αἰαῖ τί ποτε πείσομαι;

οὐχ ἥκει μοὐταῖρος·

μόνη δ᾽ αὐτοῦ λείπομ᾽· ἡ

γάρ μοι μήτηρ ἄλληι

βέβηκε· +καὶ τἄλλ᾽ οὐδὲν μετὰ ταῦτα δεῖ λέγειν+.

915

ἀλλ᾽ ὦ μαῖ ἱκετεύομαι, κά-

λει τὸν Ὀρθαγόραν, ὅπως

σαυτῆς κατόναι᾽, ἀντιβολῶ σε.

 

Γραῦς Α

ἤδη τὸν ἀπ᾽ Ἰωνίας

τρόπον τάλαινα κνησιᾶις·

. . . . . . . . .

. . . . . . . . .

920

δοκεῖς δέ μοι καὶ λάβδα κατὰ τοὺς Λεσβίους.

ἀλλ᾽ οὐκ ἄν ποθ᾽ ὑφαρπάσαιο

τἀμὰ παίγνια· τὴν δ᾽ ἐμὴν

ὥραν οὐκ ἀπολεῖς οὐδ᾽ ἀπολήψει.

 

Νεᾶνις

ἆιδ᾽ ὁπόσα βούλει καὶ παράκυφθ᾽ ὥσπερ γαλῆ·

925

οὐδεὶς γὰρ ὡς σὲ πρότερον εἴσεισ᾽ ἀντ᾽ ἐμοῦ.

 

Γραῦς Α

οὔκουν ἐπ᾽ ἐκφοράν γε.

 

Νεᾶνις

καινόν γ᾽ ὦ σαπρά.

 

Γραῦς Α

οὐ δῆτα.

 

Νεᾶνις

τί γὰρ ἂν γραῒ καινά τις λέγοι;

 

Γραῦς Α

οὐ τοὐμὸν ὀδυνήσει σε γῆρας.

 

Νεᾶνις

ἀλλὰ τί;

ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον;

 

Γραῦς Α

930

τί μοι διαλέγει;

 

Νεᾶνις

σὺ δὲ τί διακύπτεις;

 

Γραῦς Α

ἐγώ;

ἄιδω πρὸς ἐμαυτὴν Ἐπιγένει τὠμῶι φίλωι.

 

Νεᾶνις

σοὶ γὰρ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης;

 

Γραῦς Α

δείξει γε καὶ σοί. τάχα γὰρ εἶσιν ὡς ἐμέ.

 

Νεᾶνις

ὁδὶ γὰρ αὐτός ἐστιν.

 

Γραῦς Α

οὐ σοῦ γ᾽ ὦλεθρε

935

δεόμενος οὐδέν.

 

Νεᾶνις

νὴ Δί᾽ ὦ φθίνυλλα σὺ

δείξει τάχ᾽ αὐτός, ὡς ἔγωγ᾽ ἀπέρχομαι.

 

Γραῦς Α

κἄγωγ᾽, ἵνα γνῶις ὡς πολύ σου μεῖζον φρονῶ.

 

Νεανίας

εἴθ᾽ ἐξῆν παρὰ τῆι νέαι καθεύδειν,

καὶ μὴ ᾽δει πρότερον διασποδῆσαι

940

ἀνάσιμον ἢ πρεσβυτέραν·

οὐ γὰρ ἀνασχετὸν τοῦτό γ᾽ ἐλευθέρωι.

 

Γραῦς Α

οἰμώζων ἄρα νὴ Δία σποδήσεις.

οὐ γὰρ τἀπὶ Χαριξένης τάδ᾽ ἐστίν.

κατὰ τὸν νόμον ταῦτα ποιεῖν

945

ἔστι δίκαιον, εἰ δημοκρατούμεθα.

ἀλλ᾽ εἶμι τηρήσουσ᾽ ὅ τι καὶ δράσει ποτέ.

 

Νεανίας

εἴθ᾽ ὦ θεοὶ λάβοιμι τὴν καλὴν μόνην,

ἐφ᾽ ἣν πεπωκὼς ἔρχομαι πάλαι ποθῶν.

 

Νεᾶνις

ἐξηπάτησα τὸ κατάρατον γράιδιον·

950

φρούδη γάρ ἐστιν οἰομένη μ᾽ ἔνδον μένειν.

ἀλλ᾽ οὑτοσὶ γὰρ αὐτὸς οὗ ᾽μεμνήμεθα.

 

δεῦρο δὴ δεῦρο δή,

φίλον ἐμόν, δεῦρό μοι

πρόσελθε καὶ ξύνευνος

τὴν εὐφρόνην ὅπως ἔσει.

πάνυ γάρ τις ἔρως με δονεῖ

955

τῶνδε τῶν σῶν βοστρύχων.

ἄτοπος δ᾽ ἔγκειταί μοί τις

πόθος, ὅς με διακναίσας ἔχει.

μέθες, ἱκνοῦμαί σ᾽ Ἔρως,

καὶ ποίησον τόνδ᾽ ἐς εὐνὴν

τὴν ἐμὴν ἱκέσθαι.

 

Νεανίας

960

δεῦρο δὴ δεῦρο δή,

καὶ σύ μοι καταδραμοῦ-

σα τὴν θύραν ἄνοιξον

τήνδ᾽· εἰ δὲ μή, καταπεσὼν κείσομαι.

φίλον, ἀλλ᾽ ἐν τῶι σῶι

βούλομαι κόλπωι πληκτίζεσθαι

965

μετὰ τῆς σῆς πυγῆς.

Κύπρι τί μ᾽ ἐκμαίνεις ἐπὶ ταύτηι;

μέθες, ἱκνοῦμαί σ᾽ Ἔρως,

καὶ ποίησον τήνδ᾽ ἐς εὐνὴν

τὴν ἐμὴν ἱκέσθαι.

 

Νεᾶνις

καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκην

970

εἰρημέν᾽ ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω,

ἄνοιξον ἀσπάζου με·

διά τοι σὲ πόνους ἔχω.

 

Νεανίας

ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,

μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,

ἄνοιξον ἀσπάζου με·

975

διά τοι σὲ πόνους ἔχω.

 

Γραῦς Α

οὗτος τί κόπτεις; μῶν ἐμὲ ζητεῖς;

 

Νεανίας

πόθεν;

 

Γραῦς Α

καὶ τὴν θύραν γ᾽ ἤραττες.

 

Νεανίας

ἀποθάνοιμ᾽ ἄρα.

 

Γραῦς Α

τοῦ δαὶ δεόμενος δᾶιδ᾽ ἔχων ἐλήλυθας;

 

Νεανίας

Ἀναφλύστιον ζητῶν τιν᾽ ἄνθρωπον.

 

Γραῦς Α

τίνα;

 

Νεανίας

980

οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾶις ἴσως.

 

Γραῦς Α

νὴ τὴν Ἀφροδίτην, ἤν τε βούληι γ᾽ ἤν τε μή.

 

Νεανίας

ἀλλ᾽ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις

εἰσάγομεν, ἀλλ᾽ εἰςαῦθις ἀναβεβλήμεθα.

τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.

 

Γραῦς Α

985

ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτ᾽ ἦν ὦ γλύκων·

νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.

 

Νεανίας

τῶι βουλομένωι γε κατὰ τὸν ἐν πεττοῖς νόμον.

 

Γραῦς Α

ἀλλ᾽ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.

 

Νεανίας

οὐκ οἶδ᾽ ὅ τι λέγεις· τηνδεδί μοι κρουστέον.

 

Γραῦς Α

990

ὅταν γε κρούσηις τὴν ἐμὴν πρῶτον θύραν.

 

Νεανίας

ἀλλ᾽ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.

 

Γραῦς Α

οἶδ᾽ ὅτι φιλοῦμαι· νῦν δὲ θαυμάζεις ὅτι

θύρασί μ᾽ ηὗρες· ἀλλὰ πρόσαγε τὸ στόμα.

 

Νεανίας

ἀλλ᾽ ὦ μέλ᾽ ὀρρωδῶ τὸν ἐραστήν σου.

 

Γραῦς Α

τίνα;

 

Νεανίας

995

τὸν τῶν γραφέων ἄριστον.

 

Γραῦς Α

οὗτος δ᾽ ἔστι τίς;

 

Νεανίας

ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους.

ἀλλ᾽ ἄπιθ᾽, ὅπως μή σ᾽ ἐπὶ θύραισιν ὄψεται.

 

Γραῦς Α

οἶδ᾽ οἶδ᾽ ὅ τι βούλει.

 

Νεανίας

καὶ γὰρ ἐγώ σε νὴ Δία.

 

Γραῦς Α

μὰ τὴν Ἀφροδίτην ἥ μ᾽ ἔλαχε κληπουμένη,

1000

μὴ ᾽γώ σ᾽ ἀφήσω.

 

Νεανίας

παραφρονεῖς ὦ γράιδιον.

 

Γραῦς Α

ληρεῖς· ἐγὼ δ᾽ ἄξω σ᾽ ἐπὶ τἀμὰ στρώματα.

 

Νεανίας

τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα,

ἐξὸν καθέντα γράιδιον τοιουτονὶ

ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν;

 

Γραῦς Α

1005

μὴ σκῶπτέ μ᾽ ὦ τάλαν ἀλλ᾽ ἕπου δεῦρ᾽ ὡς ἐμέ.

 

Νεανίας

ἀλλ᾽ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν

τὴν πεντακοσιοστὴν κατέθηκας τῆι πόλει.

 

Γραῦς Α

νὴ τὴν Ἀφροδίτην δεῖ γε μέντοι ‹σ᾽›. ὡς ἐγὼ

τοῖς τηλικούτοις ξυγκαθεύδουσ᾽ ἥδομαι.

 

Νεανίας

1010

ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι,

κοὐκ ἂν πιθοίμην οὐδέποτ᾽.

 

Γραῦς Α

ἀλλὰ νὴ Δία

ἀναγκάσει τουτί σε.

 

Νεανίας

τοῦτο δ᾽ ἔστι τί;

 

Γραῦς Α

ψήφισμα, καθ᾽ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ.

 

Νεανίας

λέγ᾽ αὐτὸ τί ποτε κἄστι.

 

Γραῦς Α

καὶ δή σοι λέγω.

1015

ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος

νέας ἐπιθυμῆι, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν

τὴν γραῦν προκρούσηι πρῶτον· ἢν δὲ μὴ ᾽θέληι

πρότερον προκρούειν ἀλλ᾽ ἐπιθυμῆι τῆς νέας,

ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον

1020

ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου.

 

Νεανίας

οἴμοι Προκρούστης τήμερον γενήσομαι.

 

Γραῦς Α

τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον.

 

Νεανίας

τί δ᾽ ἢν ἀφαιρῆταί μ᾽ ἀνὴρ τῶν δημοτῶν

ἢ τῶν φίλων ἐλθών τις;

 

Γραῦς Α

ἀλλ οὐ κύριος

1025

ὑπὲρ μέδιμνόν ἐστ᾽ ἀνὴρ οὐδεὶς ἔτι.

 

Νεανίας

ἐξωμοσία δ᾽ οὐκ ἔστιν;

 

Γραῦς Α

οὐ γὰρ δεῖ στροφῆς.

 

Νεανίας

ἀλλ᾽ ἔμπορος εἶναι σκήψομαι.

 

Γραῦς Α

κλάων γε σύ.

 

Νεανίας

τί δῆτα χρὴ δρᾶν;

 

Γραῦς Α

δεῦρ᾽ ἀκολουθεῖν ὡς ἐμέ.

 

Νεανίας

καὶ ταῦτ᾽ ἀνάγκη μοὐστί;

 

Γραῦς Α

Διομήδειά γε.

 

Νεανίας

1030

ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου

καὶ κλήμαθ᾽ ὑπόθου συγκλάσασα τέττερα,

καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους,

ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας.

 

Γραῦς Α

ἦ μὴν ἔτ᾽ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.

 

Νεανίας

1035

νὴ τὸν Δί᾽ ἤνπερ ἦι γέ που τῶν κηρίνων·

οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σ᾽ αὐτίκα.

 

Νεᾶνις

ποῖ τοῦτον ἕλκεις;

 

Γραῦς Α

τὸν ἐμὸν αὐτῆς εἰσάγω.

 

Νεᾶνις

οὐ σωφρονοῦσά γ᾽· οὐ γὰρ ἡλικίαν ἔχει

παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ

1040

μήτηρ ἂν αὐτῶι μᾶλλον εἴης ἢ γυνή.

ὥστ᾽ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον,

τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.

 

Γραῦς Α

ὦ παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγον

ἐξηῦρες· ἀλλ᾽ ἐγώ σε τιμωρήσομαι.

 

Νεανίας

1045

νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοι

ὦ γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου·

ὥστ᾽ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν

μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.

 

Γραῦς Β

αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον

1050

ἕλκεις, παρ᾽ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων

πρότερον καθεύδειν αὐτόν;

 

Νεανίας

οἴμοι δείλαιος.

πόθεν ἐξέκυψασ ὦ κάκιστ᾽ ἀπολουμένη;

τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστρον.

 

Γραῦς Β

βάδιζε δεῦρο.

 

Νεανίας

μηδαμῶς με περιίδηις

1055

ἑλκόμενον ὑπὸ τῆσδ᾽ ἀντιβολῶ σ᾽.

 

Γραῦς Β

ἀλλ᾽ οὐκ ἐγώ,

ἀλλ᾽ ὁ νόμος ἕλκει σ᾽.

 

Νεανίας

οὐκ ἐμέ γ᾽, ἀλλ᾽ ἔμπουσά τις

ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.

 

Γραῦς Β

ἕπου μαλακίων δεῦρ᾽ ἀνύσας καὶ μὴ λάλει.

 

Νεανίας

ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά με

1060

ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν· εἰ δὲ μή,

αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μ᾽ αὐτίκα

ὑπὸ τοῦ δέους.

 

Γραῦς Β

θάρρει, βάδιζ᾽· ἔνδον χεσεῖ.

 

Νεανίας

δέδοικα κἀγὼ μὴ πλέον γ᾽ ἢ βούλομαι.

ἀλλ᾽ ἐγγυητάς σοι καταστήσω δύο

1065

ἀξιόχρεως.

 

Γραῦς Β

μή μοι καθίστη.

 

Γραῦς Γ

ποῖ σὺ ποῖ

χωρεῖς μετὰ ταύτης;

 

Νεανίας

οὐκ ἔγωγ᾽, ἀλλ᾽ ἕλκομαι.

ἀτὰρ ἥτις εἶ γε, πόλλ᾽ ἀγαθὰ γένοιτό σοι,

ὅτι μ᾽ οὐ περιεῖδες ἐπιτριβέντ᾽. ὦ Ἡράκλεις

ὦ Πᾶνες ὦ Κορύβαντες ὦ Διοσκόρω,

1070

τοῦτ᾽ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον.

ἀτὰρ τί τὸ πρᾶγμ᾽ ἔστ᾽ ἀντιβολῶ τουτί ποτε;

πότερον πίθηκος ἀνάπλεως ψιμυθίου,

ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων;

 

Γραῦς Γ

μὴ σκῶπτέ μ᾽ ἀλλὰ δεῦρ᾽ ἕπου.

 

Γραῦν Β

δευρὶ μὲν οὖν.

 

Γραῦς Γ

1075

ὡς οὐκ ἀφήσω σ᾽ οὐδέποτ᾽.

 

Γραῦς Β

οὐδὲ μὴν ἐγώ.

 

Νεανίας

διασπάσεσθέ μ᾽ ὦ κακῶς ἀπολούμεναι.

 

Γραῦς Β

ἐμοὶ γὰρ ἀκολουθεῖν σ᾽ ἔδει κατὰ τὸν νόμον.

 

Γραῦς Γ

οὐκ ἢν ἑτέρα γε γραῦς ἔτ᾽ αἰσχίων φανῆι.

 

Νεανίας

ἢν οὖν ὑφ᾽ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς,

1080

φέρε πῶς ἐπ᾽ ἐκείνην τὴν καλὴν ἀφίξομαι;

 

Γραῦς Γ

αὐτὸς σκόπει σύ: τάδε δέ σοι ποιητέον.

 

Νεανίας

ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ;

 

Γραῦς Β

οὐκ οἶσθα; βαδιεῖ δεῦρ᾽.

 

Νεανίας

ἀφέτω νύν μ᾽ αὑτηί.

 

Γραῦς Γ

δευρὶ μὲν οὖν ἴθ᾽ ὡς ἔμ᾽.

 

Νεανίας

ἢν ἡδί μ᾽ ἀφῆι.

 

Γραῦς Β

1085

ἀλλ᾽ οὐκ ἀφήσω μὰ Δία σ᾽.

 

Γραῦς Γ

οὐδὲ μὴν ἐγώ.

 

Νεανίας

χαλεπαί γ᾽ ἂν ἦστε γενόμεναι πορθμῆς.

 

Γραῦς Β

τιή;

 

Νεανίας

ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε.

 

Γραῦς Β

σιγῆι βάδιζε δεῦρο.

 

Γραῦς Γ

μὰ Δί᾽ ἀλλ᾽ ὡς ἐμέ.

 

Νεανίας

τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς

1090

ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον.

πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι;

 

Γραῦς Β

καλῶς, ἐπειδὰν καταφάγηις βολβῶν χύτραν.

 

Νεανίας

οἴμοι κακοδαίμων ἐγγὺς ἤδη τῆς θύρας

ἑλκόμενός εἰμ᾽.

 

Γραῦς Γ

ἀλλ οὐδὲν ἔσται σοι πλέον.

1095

ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ.

 

Νεανίας

μὴ πρὸς θεῶν·

ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν.

 

Γραῦς Γ

νὴ τὴν Ἑκάτην ἐάν τε βούληι γ᾽ ἤν τε μή.

 

Νεανίας

ὦ τρισ κακοδαίμων εἰ γυναῖκα δεῖ σαπρὰν

βινεῖν ὅλην τὴν νύκτα καὶ τὴν ἡμέραν,

1100

κἄπειτ᾽ ἐπειδὰν τῆσδ᾽ ἀπαλλαγῶ, πάλιν

φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις.

ἆρ᾽ οὐ κακοδαίμων εἰμί; βαρυδαίμων μὲν οὖν

νὴ τὸν Δία τὸν σωτῆρ᾽ ἀνὴρ καὶ δυστυχής,

ὅστις τοιούτοις θηρίοις συνείρξομαι.

1105

ὅμως δ᾽ ἐάν τι πολλὰ πολλάκις πάθω

ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρ᾽ ἐσπλέων,

θάψαι μ᾽ ἐπ᾽ αὐτῶι τῶι στόματι τῆς ἐσβολῆς,

καὶ τήνδ᾽ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος

ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε

1110

μολυβδοχοήσαντες κύκλωι περὶ τὰ σφυρὰ

ἄνω ᾽πιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.