BIBLIOTHECA AUGUSTANA

 

Aristophanes

ca. 447 - ca. 386 a. Chr. n.

 

Ἐκκλησιάζουσαι

 

Ἀγών

 

___________________________________________________

 

 

 

Χορός

νῦν δὴ δεῖ σε πυκὴν φρένα καὶ φιλόσοφον ἐγείρειν

φροντίδ᾽ ἐπισταμένην

ταῖσι φίλαισιν ἀμύνειν.

καινὴ γὰρ ἐπ᾽ εὐτυχίαισιν

ἔρχεται γλώττης ἐπίνοια πολίτην

575

δῆμον ἐπαγλαϊοῦσα

μυρίαισιν ὠφελίαισι βίου· δηλοῦν δ᾽ ὅ τί περ δύνασαι καιρός.

δεῖται γάρ τοι σοφοῦ τινος ἐξευρήματος ἡ πόλις ἡμῶν.

ἀλλὰ πέραινε μόνον

μήτε δεδραμένα μήτ᾽ εἰρημένα πω πρότερον·

580

μισοῦσι γὰρ ἢν τὰ παλαιὰ πολλάκις θεῶνται.

ἀλλ᾽ οὐ μέλλειν, ἀλλ᾽ ἅπτεσθαι καὶ δὴ χρῆν ταῖς διανοίαις,

ὡς τὸ ταχύνειν χαρίτων μετέχει πλεῖστον παρὰ τοῖσι θεαταῖς.

 

Πραξαγόρα

καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω· τοὺς δὲ θεατάς,

εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν

585

τοῖς τ᾽ ἀρχαίοις ἐνδιατρίβειν, τοῦτ᾽ ἔσθ᾽ ὃ μάλιστα δέδοικα.

 

Βλέπυρος

περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσηις· τοῦτο γὰρ ἡμῖν

δρᾶν ἀντ᾽ ἄλλης ἀρχῆς ἐστιν, τῶν δ᾽ ἀρχαίων ἀμελῆσαι.

 

Πραξαγόρα

μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπηι μηδ᾽ ὑποκρούσηι,

πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦσαι.

590

κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχοντας

κἀκ ταὐτοῦ ζῆν, καὶ μὴ τὸν μὲν πλουτεῖν, τὸν δ᾽ ἄθλιον εἶναι,

μηδὴ γεωργεῖν τὸν μὲν πολλήν, τῶι δ᾽ εἶναι μηδὲ ταφῆναι,

μηδ᾽ ἀνδραπόδοις τὸν μὲν χρῆσθαι πολλοῖς, τὸν δ᾽ οὐδ᾽ ἀκολούθωι·

ἀλλ᾽ ἕνα ποιῶ κοινὸν πᾶσιν βίοτον καὶ τοῦτον ὅμοιον.

 

Βλέπυρος

595

πῶς οὖν ἔσται κοινὸς ἅπασιν;

 

Πραξαγόρα

κατέδει πέλεθον πρότερός μου.

 

Βλέπυρος

καὶ τῶν πελέθων κοινωνοῦμεν;

 

Πραξαγόρα

μὰ Δί᾽ ἀλλ᾽ ἔφθης μ᾽ ὑποκρούσας.

τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν· τὴν γῆν πρώτιστα ποιήσω

κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλ᾽ ὁπόσ᾽ ἐστὶν ἑκάστωι.

εἶτ᾽ ἀπὸ τούτων κοινῶν ὄντων ἡμεῖς βοσκήσομεν ὑμᾶς

600

ταμιευόμεναι καὶ φειδόμεναι καὶ τὴν γνώμην προσέχουσαι.

 

Βλέπυρος

πῶς οὖν ὅστις μὴ κέκτηται γῆν ἡμῶν, ἀργύριον δὲ

καὶ Δαρεικοὺς ἀφανῆ πλοῦτον;

 

Πραξαγόρα

τοῦτ᾽ ἐς τὸ μέσον καταθήσει.

καὶ μὴ καταθεὶς ψευδορκήσει.

 

Βλέπυρος

κἀκτήσατο γὰρ διὰ τοῦτο.

 

Πραξαγόρα

ἀλλ᾽ οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῶι.

 

Βλέπυρος

κατὰ δὴ τί;

 

Πραξαγόρα

605

οὐδεὶς οὐδὲν πενίαι δράσει· πάντα γὰρ ἔξουσιν ἅπαντες,

ἄρτους τεμάχη μάζας χλαίνας οἶνον στεφάνους ἐρεβίνθους.

ὥστε τί κέρδος μὴ καταθεῖναι; σὺ γὰρ ἐξευρὼν ἀπόδειξον.

 

Βλέπυρος

οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτουσ᾽ οἷς ταῦτα πάρεστιν;

 

Πραξαγόρα

πρότερόν γ᾽ ὦταῖρ᾽ ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς προτέροισιν·

610

νῦν δ᾽ ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ καταθεῖναι;

 

Βλέπυρος

ἢν μείρακ᾽ ἰδὼν ἐπιθυμήσηι καὶ βούληται σκαλαθῦραι,

ἕξει τούτων ἀφελὼν δοῦναι,τῶν ἐκ κοινοῦ δὲ μεθέξει

ξυγκαταδαρθών.

 

Πραξαγόρα

ἀλλ᾽ ἐξέσται προῖκ᾽ αὐτῶι ξυγκαταδρθεῖν.

καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατακεῖσθαι

615

καὶ παιδοποιεῖν τῶι βουλομένωι.

 

Βλέπυρος

πῶς οὖν οὐ πάντες ἴασιν

ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν;

 

Πραξαγόρα

αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθεδοῦνται·

κἄιτ᾽ ἢν ταύτης ἐπιθυμήσηι, τὴν αἰσχρὰν πρῶθ᾽ ὑποκρούσει.

 

Βλέπυρος

καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι συνῶμεν,

620

οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖσ᾽ οἷ φὴις ἀφικέσθαι;

 

Πραξαγόρα

οὐχὶ μαχοῦνται· περὶ σοῦ θάρρει· μὴ δείσηις· οὐχὶ μαχοῦνται.

 

Βλέπυρος

περὶ τοῦ;

 

Πραξαγόρα

τοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον ὑπάρχει.

 

Βλέπυρος

τὸ μὲν ὑμέτερον γνώμην τιν᾽ ἔχει· προβεβούλευται γάρ, ὅπως ἂν

μηδεμιᾶς ἦι τρύπημα κενόν· τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει;

625

φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδιοῦνται.

 

Πραξαγόρα

ἀλλὰ φυλάξουσ᾽ οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας

ἀπὸ τοῦ δείπνου καὶ τητήσουσ᾽ ἐπὶ τοῖσιν δημοσίοισιν·

κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς ‹καὶ τοῖς μεγάλοις› καταδαρθεῖν

ταῖσι γυναιξὶ πρὶν ‹ἂν› τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς χαρίσωνται.

 

Βλέπυρος

630

ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονήσει.

 

Πραξαγόρα

νὴ τὸν Ἀπόλλω καὶ δημοτική γ᾽ ἡ γνώμη καὶ καταχήνη τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόντων,

ὅταν ἐμβάδ᾽ ἔχων εἴπηι πρότερος, "παραχώρει κἆιτ᾽ ἐπιτήρει,

ὅταν ἤδη ᾽γὼ διαπραξάμενος παραδῶ σοι δευτεριάζειν".

 

Βλέπυρος

635

πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος

ἔσται δυνατὸ διαγιγνώσκειν;

 

Πραξαγόρα

τί δὲ δεῖ; πατέρας ‹γὰρ› ἅπαντας

τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομιοῦσιν.

 

Βλέπυρος

οὐκοῦν ἄγξουσ᾽ εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα

διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρ᾽ ὄντα

640

ἄγχουσι. τί δῆθ᾽ ὅταν ἀγνὼς ἦι; πῶς οὐ τότε κἀπιχεσοῦνται;

 

Πραξαγόρα

ἀλλ᾽ ὁ παρεστὼς οὐκ ἐπιτρέψει· τότε δ᾽ αὐτοῖς οὐκ ἔμελ᾽ οὐδὲν

τῶν ἀλλοτρίων ὅστις τύπτοι· νῦν δ᾽ ἢν πληγέντος ἀκούσηι,

μὴ αὐτὸν ἐκεῖνον τύπτηι δεδιὼς τοῖς δρῶσιν τοῦτο μαχεῖται.

 

Βλέπυρος

τὰ μὲν ἀλλα λέγεις οὐδὲν σκαιῶς· εἰ δὲ προσελθὼν

Ἐπίκουρος

645

ἢ Λευκολόφας πάππαν με καλεῖ, τοῦτ᾽ ἤδη δεινὸν ἀκοῦσαι.

 

Πραξαγόρα

πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι,

 

Βλέπυρος

τὸ ποῖον;

 

Πραξαγόρα

εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρ᾽ εἶναι.

 

Βλέπυρος

οἰμώζοι γ᾽ ἂν καὶ κωκύοι.

 

Πραξαγόρα

σὺ δέ γ᾽ ὄζοις ἂν καλαμίνθης,

ἀλλ᾽ οὗτος μὲν πρότερον γένονεν πρὶν τὸ ψήφισμα γενέσθαι,

650

ὥστ᾽ οὐχὶ δέος μή σε φιλήσηι.

 

Βλέπυρος

δεινὸν μέντἂν ἐπεπόνθη.

τὴν γῆν δὲ τίς ἔσθ᾽ ὁ γεωργήσων;

 

Πραξαγόρα

οἱ δοῦλοι. σοὶ δὲ μελήσει,

ὅταν ἦι δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον.

 

Βλέπυρος

περὶ δ᾽ ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτ᾽ ἔστιν ἐρέσθαι.

 

Πραξαγόρα

τὰ μὲν ὄνθ᾽ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφ᾽ ἡμεῖς ὑφανοῦμεν.

 

Βλέπυρος

655

ἓν ἔτι ζητῶ· πῶς ἤν τις ὄφληι παρὰ τοῖς ἄρχουσι δίκην τωι,

πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γ᾽ ἐστὶ δίκαιον.

 

Πραξαγόρα

ἀλλ᾽ οὐδὲ δίκαι πρῶτον ἔσονται.

 

Βλέπυρος

τουτὶ τοὔπος σ᾽ ἐπιτρίψει.

 

Πραξαγόρα

κἀγὼ ταύτην γνώμην ἐθέμην· τοῦ γὰρ τάλαν οὕνεκ᾽ ἔσονται;

 

Βλέπυρος

πολλῶν οὕνεκα νὴ τὸν Ἀπόλλω· πρῶτον δ᾽ ἑνὸς οὕνεκα δήπου,

660

ἤν τις ὀφείλων ἐξαρνῆται.

 

Πραξαγόρα

πόθεν οὖν ἐδάνεισ᾽ ὁ δανείσας

ἐν τῶι κοινῶι πάντων ὄντων; κλέπτων δήπου ᾽στ᾽ ἐπίδηλος.

 

Βλέπυρος

νὴ τὴν Δήμητρ᾽ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρασάτω μοι,

τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν

εὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί σ᾽ ἀπορήσειν.

 

Πραξαγόρα

665

ἀπὸ τῆς μάζης ἧς σιτεῖται· ταύτης γὰρ ὅταν τις ἀφαιρῆι,

οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῆι γαστρὶ κολασθείς.

 

Βλέπυρος

οὐδ᾽ αὖ κλέπτης οὐδεὶς ἔσται;

 

Πραξαγόρα

πῶς γὰρ κλέψει μετὸν αὐτῶι;

 

Βλέπυρος

οὐδ᾽ ἀποδύσουσ᾽ ἄρα τῶν νυκτῶν;

 

Πραξαγόρα

οὐκ ἢν οἴκοι γε καθεύδηις,

οὐδ᾽ ἤν γε θύραζ᾽ ὥσπερ πρότερον· βίοτος γὰρ πᾶσιν ὑπάρξει.

670

ἢν δ᾽ ἀποδύηι γ᾽, αὐτὸς δώσει. τί γὰρ αὐτῶι πράγμα μάχεσθαι;

ἕτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται.

 

Βλέπυρος

οὐδὲ κυβεύσουσ᾽ ἆρ᾽ ἄνθρωποι;

 

Πραξαγορα

περὶ τοῦ γὰρ τοῦτο ποιήσει;

 

Βλέπυρος

τὴν δὲ δίαιταν τίνα ποιήσεις;

 

Πραξαγόρα

κοινὴν πᾶσιν. τὸ γὰρ ἄστυ

μίαν οἴκησίν φημι ποιήσειν συρρήξασ᾽ εἰς ἓν ἅπαντα,

675

ὥστε βαδίζειν ὡς ἀλλήλους.

 

Βλέπυρος

τὸ δὲ δεῖπνον ποῦ παραθήσεις;

 

Πραξαγόρα

τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.

 

Βλέπυρος

τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται;

 

Πραξαγόρα

τοὺς κρατῆρας καταθήσω

καὶ τὰς ὑδρίας, καὶ ῥαψωιδεῖν ἔσται τοῖς παιδαρίοισιν

τοὺς ἀνδρείους ἐν τῶι πολέμωι, κεἴ τις δειλὸς γεγένηται,

680

ἵνα μὴ δειπνῶσ᾽ αἰσχυνόμενοι.

 

Βλέπυρος

νὴ τὸν Ἀπόλλω χάριέν γε.

τὰ δὲ κληρωτήρια ποῖ τρέψεις;

 

Πραξαγόρα

εἰς τὴν ἀγορὰν καταθήσω·

κἆιτα στήσασα παρ᾽ Ἁρμοδίωι κληρώσω πάντας, ἕως ἂν

εἰδὼς ὁ λαχὼν ἀπίηι χαίρων ἐν ὁποίωι γράμματι δειπνεῖ·

καὶ κηρύξει τοὺς ἐκ τοῦ βῆτ᾽ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν

685

τὴν βασίλειον δειπνήσοντας· τὸ δὲ θῆτ᾽ ἐς τὴν παρὰ ταύτην,

τοὺς δ᾽ ἐκ τοῦ κάππ᾽ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν.

 

Βλέπυρος

ἵνα κάπτωσιν;

 

Πραξαγόρα

μὰ Δί᾽ ἀλλ᾽ ἵν᾽ ἐκεῖ δειπνῶσιν.

 

Βλέπυρος

ὅτωι δὲ τὸ γράμμα

μὴ ᾽ξελκυσθῆι καθ᾽ ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαντες.

 

Πραξαγόρα

ἀλλ᾽ οὐκ ἔσται τοῦτο παρ᾽ ἡμῖν·

690

πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν,

ὥστε μεθυσθεὶς αὐτῶι στεφάνωι

πᾶς τις ἄπεισιν τὴν δᾶιδα λαβών.

αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους

προσπίπτουσαι τοῖς ἀπὸ δείπνου

695

τάδε λέξουσιν· "δεῦρο παρ᾽ ἡμᾶς·

ἐνθάδε μεῖράξ ἐσθ᾽ ὡραία".

"παρ᾽ ἐμοὶ δ᾽ ἑτέρα"

φήσει τις ἄνωθ᾽ ἐξ ὑπερώιου,

"καὶ καλλίστη καὶ λευκοτάτη·

700

πρότερον μέντοι δεῖ σε καθεύδειν

αὐτῆς παρ᾽ ἐμοί".

τοῖς εὐπρεπέσιν δ᾽ ἀκολουθοῦντες

καὶ μειρακίοις οἱ φαυλότεροι

τοιάδ᾽ ἐροῦσιν· "ποῖ θεῖς οὗτος;

πάντως οὐδὲν δράσεις ἐλθών·

705

τοῖς γὰρ σιμοῖς καὶ τοῖς αἰσχροῖς

ἐψήφισται προτέροις βινεῖν,

ὑμᾶς δὲ τέως θρῖα λαβόντας

διφόρου συκῆς

ἐν τοῖς προθύροισι δέφεσθαι".

710

φέρε νυν φράσον μοι, ταῦτ᾽ ἀρέσκει σφῶιν;

 

Βλέπυρος

πάνυ.

 

Πραξαγόρα

βαδιστέον τἄρ᾽ ἐστὶν εἰς ἀγορὰν ἐμοί,

ἵν᾽ ἀποδέχομαι τὰ προσιόντα χρήματα,

λαβοῦσα κηρύκαιναν εὔφωνόν τινα.

ἐμὲ γὰρ ἀνάγκη ταῦτα δρᾶν ἡιρημένην

715

ἄρχειν, καταστῆσαί τε τὰ ξυσσίτια,

ὅπως ἂν εὐωχῆσθε πρῶτον τήμερον.

 

Βλέπυρος

ἤδη γὰρ εὐωχησόμεσθα;

 

Πραξαγόρα

φήμ᾽ ἐγώ.

ἔπειτα τὰς πόρνας καταπαῦσαι βούλομαι

ἁπαξαπάσας.

 

Βλέπυρος

ἵνα τί;

 

Πραξαγόρα

δῆλον τουτογί·

720

ἵνα τῶν νέων ἔχωσιν αὗται τὰς ἀκμάς.

καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας

τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν,

ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον

κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.

 

Βλέπυρος

725

φέρε νυν ἐγώ σοι παρακολουθῶ πλησίον,

ἵν᾽ ἀποβλέπωμαι καὶ λέγωσί μοι ταδί,

τὸν τῆς στρατηγοῦ τοῦτον οὐ θαυμάζετε;

 

Ἀνὴρ Α

ἐγὼ δ᾽ ἵν᾽ εἰς ἀγοράν γε τὰ σκεύη φέρω,

προχειριοῦμαι κἀξετάσω τὴν οὐσίαν.