Aischylos
525 - 456 a. Chr. n.
Προμηθεύς δεσμώτης
Στάσιμος γʹ (887-906)
|
|
____________________________________________________________________
|
|
Χορόςἦ σοφὸς ἦ σοφὸς ὃςπρῶτος ἐν γνώμαι τόδ᾽ ἐβάστασε καὶ γλώσ-σαι διεμυθολόγησεν, | |
890 | ὡς τὸ κηδεῦσαι καθ᾽ ἑαυτὸν ἀριστεύει μακρῶι,καὶ μήτε τῶν πλούτωι διαθρυπτομένωνμήτε τῶν γένναι μεγαλυνομένωνὄντα χερνήταν ἐραστεῦσαι γάμων.
μήποτε μήποτέ μ᾽, ὦ |
895 | <.......> Μοῖραι, λεχέων Διὸς εὐνά-τειραν ἴδοισθε πέλουσαν,μηδὲ πλαθείην γαμέται τινὶ τῶν ἐξ οὐρανοῦ·ταρβῶ γὰρ ἀστεργάνορα παρθενίανεἰσορῶσ᾽ Ἰοῦς ἀμαλαπτομέναν |
900 | δυσπλάνοις Ἥρας ἀλατείαις πόνων.
ἐμοὶ δ᾽ ὅτε μὲν ὁμαλὸς ὁ γάμος,ἄφοβος· μηδὲ κρεισσόνωνθεῶν ἔρως ἄφυκτον ὄμμα προσδράκοι με. |
905 | ἀπόλεμος ὅδε γ᾽ ὁ πόλεμος, ἄπο-ρα πόριμος, οὐδ᾽ ἔχω τίς ἂν γενοίμαν·τὰν Διὸς γὰρ οὐχ ὁρῶ μῆτιν ὅπα φύγοιμ᾽ ἄν. |