Aischylos
525 - 456 a. Chr. n.
Προμηθεύς δεσμώτης
Ἐπεισόδια γʹ (561-886)
|
|
____________________________________________________________________
|
|
Ἰώτίς γῆ; τί γένος; τίνα φῶ λεύσσειντόνδε χαλινοῖς ἐν πετρίνοισινχειμαζόμενον; τίνος ἀμπλακίαςποινὰς ὀλέκηι; σήμηνον ὅποι | |
565 | γῆς ἡ μογερὰ πεπλάνημαι.ἆ ἆ, ἒ ἔ·χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος,εἴδωλον Ἄργου γηγενοῦς·ἄλευ᾽, ἆ δᾶ, φοβοῦμαιτὸν μυριωπὸν εἰσιδοῦσα βούταν· |
570 | ὁ δὲ πορεύεται δόλιον ὄμμ᾽ ἔχων,ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει,ἀλλά με τὰν τάλαινανἐξ ἐνέρων περῶν κυνηγετεῖ πλανᾶιτε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμον.
ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ |
575 | ἀχέτας ὑπνοδόταν νόμον.ἰὼ ἰὼ πόποι, ποῖ μ᾽ ἄγουσι τη-λέπλαγκτοι πλάναι;τί ποτέ μ᾽, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδ᾽ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν πημοναῖσιν,ἓ ἕ, |
580 | οἰστρηλάτωι δὲ δείματιδειλαίαν παράκοπον ὧδε τείρεις;πυρί <με> φλέξον ἢ χθονὶ κάλυψον ἤποντίοις δάκεσιδὸς βοράν, μηδέ μοι φθονήσηιςεὐγμάτων, ἄναξ. |
585 | ἄδην με πολύπλανοι πλάναιγεγυμνάκασιν, οὐδ᾽ ἔχω μαθεῖν ὅπαιπημονὰς ἀλύξω.
Χορόςκλύεις φθέγμα τᾶς βούκερω παρθένου;
Προμηθεύςπῶς δ᾽ οὐ κλύω τῆς οἰστροδινήτου κόρης |
590 | τῆς Ἰναχείας, ἣ Διὸς θάλπει κέαρἔρωτι καὶ νῦν τοὺς ὑπερμήκεις δρόμουςἭραι στυγητὸς πρὸς βίαν γυμνάζεται.
Ἰώπόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ᾽ ἀπύεις;εἰπέ μοι τᾶι μογερᾶι, τίς ὤν, |
595 | τίς ἄρα μ᾽, ὦ τάλας, ταλαίπωρον ὧδ᾽ἔτυμα προσθροεῖςθεόσυτόν τε νόσον ὠνόμασας, ἃμαραίνει με χρίουσα κέντροιςι φοιταλέοισιν;ἓ ἕ· |
600 | σκιρτημάτων δὲ νήστισιναἰκείαις λαβρόσυτος ἦλθον Ἥραςἐπικότοισι μήδεσι δαμεῖσα. δυσ-δαιμόνων δὲ τίνες,οἵ ἓ ἕ, οἷ᾽ ἐγὼ μογοῦσιν;ἀλλά μοι τορῶς |
605 | τέκμηρον ὅ τι μ᾽ ἐπαμμένειπαθεῖν· τί μῆχαρ ἢ τί φάρμακον νόσου;δεῖξον, εἴπερ οἶσθα.
Χορόςθρόει, φράζε τᾶι δυσπλάνωι παρθένωι.
Προμηθεύςλέξω τορῶς σοι πᾶν ὅπερ χρήιζεις μαθεῖν, |
610 | οὐκ ἐμπλέκων αἰνίγματ᾽, ἀλλ᾽ ἁπλῶι λόγωι,ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα·πυρὸς βροτοῖς δοτῆρ᾽ ὁρᾶις Προμηθέα.
Ἰώὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε;
Προμηθεύς |
615 | ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους.
Ἰώοὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί;
Προμηθεύςλέγ᾽ ἥντιν᾽ αἰτῆι· πᾶν γὰρ ἂν πύθοιό μου.
Ἰώσήμηνον ὅστις ἐν φάραγγί σ᾽ ὤχμασεν.
Προμηθεύςβούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.
Ἰώ |
620 | ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;
Προμηθεύςτοσοῦτον ἀρκῶ σοι σαφηνίσαι μόνον.
Ἰώκαὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνηςδεῖξον, τίς ἔσται τῆι ταλαιπώρωι χρόνος.
Προμηθεύςτὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.
Ἰώ |
625 | μή τοι με κρύψηις τοῦθ᾽, ὅπερ μέλλω παθεῖν.
Προμηθεύςἀλλ᾽ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.
Ἰώτί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;
Προμηθεύςφθόνος μὲν οὐδείς, σὰς δ᾽ ὀκνῶ θράξαι φρένας.
Ἰώμή μου προκήδου μᾶσσον ὡς ἐμοὶ γλυκύ.
Προμηθεύς |
630 | ἐπεὶ προθυμῆι, χρὴ λέγειν· ἄκουε δή.
Χορόςμήπω γε, μοῖραν δ᾽ ἡδονῆς κἀμοὶ πόρε·τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσοναὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας,τὰ λοιπὰ δ᾽ ἄθλων σοῦ διδαχθήτω πάρα.
Προμηθεύς |
635 | σὸν ἔργον, Ἰοῖ, ταῖσδ᾽ ὑπουργῆσαι χάριν,ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός·ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχαςἐνταῦθ᾽, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυπρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.
Ἰώ |
640 | οὐκ οἶδ᾽ ὅπως ὑμῖν ἀπιστῆσαί με χρή,σαφεῖ δὲ μύθωι πᾶν ὅπερ προσχρήιζετεπεύσεσθε· καίτοι καὶ λέγουσ᾽ αἰσχύνομαιθεόσσυτον χειμῶνα καὶ διαφθορὰνμορφῆς, ὅθεν μοι σχετλίαι προσέπτατο. |
645 | αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναιἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουνλείοισι μύθοις· ὦ μέγ᾽ εὔδαιμον κόρη,τί παρθενεύηι δαρόν, ἐξόν σοι γάμουτυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει |
650 | πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπρινθέλει· σὺ δ᾽, ὦ παῖ, μὴ ᾽πολακτίσηις λέχοςτὸ Ζηνός, ἀλλ᾽ ἔξελθε πρὸς Λέρνης βαθὺνλειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσηι πόθου. |
655 | τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασινξυνειχόμην δύστηνος, ἔστε δὴ πατρὶἔτλην γεγωνεῖν νυκτίφοιτ᾽ ὀνείρατα.ὁ δ᾽ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺςθεοπρόπους ἴαλλεν, ὡς μάθοι, τί χρὴ |
660 | δρῶντ᾽ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα.ἧκον δ᾽ ἀναγγέλλοντες αἰολοστόμουςχρησμοὺς, ἀσήμους δυσκρίτως τ᾽ εἰρημένους.τέλος δ᾽ ἐναργὴς βάξις ἦλθεν Ἰνάχωισαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη |
665 | ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,ἄφετον ἀλᾶσθαι γῆς ἐπ᾽ ἐσχάτοις ὅροις·κεἰ μὴ θέλοι, πυρωπὸν ἐκ Διὸς μολεῖνκεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος.τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν |
670 | ἐξήλασέν με κἀπέκληισε δωμάτωνἄκουσαν ἄκων· ἀλλ᾽ ἐπηνάγκαζέ νινΔιὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοιἦσαν, κεραστὶς δ᾽, ὡς ὁρᾶτ᾽, ὀξυστόμωι |
675 | μύωπι χρισθεῖσ᾽ ἐμμανεῖ σκιρτήματιἦισσον πρὸς εὔποτόν τε Κερχνείας ῥέοςΛέρνης τε κρήνην· βουκόλος δὲ γηγενὴςἄκρατος ὀργὴν Ἄργος ὡμάρτει πυκνοῖςὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους. |
680 | ἀπροσδόκητος δ᾽ αὐτὸν ἀφνίδιος μόροςτοῦ ζῆν ἀπεστέρησεν, οἰστροπλὴξ δ᾽ ἐγὼμάστιγι θείαι γῆν πρὸ γῆς ἐλαύνομαι.κλύεις τὰ πραχθέντ᾽· εἰ δ᾽ ἔχεις εἰπεῖν ὅ τιλοιπὸν πόνων, σήμαινε μηδέ μ᾽ οἰκτίσας |
685 | ξύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰραἴσχιστον εἶναί φημι συνθέτους λόγους.
Χορόςἔα ἔα, ἄπεχε, φεῦ·οὔποτ᾽ οὔποτ᾽ ηὔχουν ὧδε ξένουςμολεῖσθαι λόγους ἐς ἀκοὰν ἐμάν, |
690 | οὐδ᾽ ὧδε δυσθέατα καὶ δύσοισταπήματα, λύματα, δείματ᾽ ἀμ-φήκει κέντρωι ψύχειν ψυχὰν ἐμάν.ἰὼ ἰὼ μοῖρα μοῖρα, |
695 | πέφρικ᾽ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς.
Προμηθεύςπρώι γε στενάζεις καὶ φόβου πλέα τις εἶ·ἐπίσχες, ἔστ᾽ ἂν καὶ τὰ λοιπὰ προσμάθηις.
Χορόςλέγ᾽, ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκὺτὸ λοιπὸν ἄλγος προὐξεπίστασθαι τορῶς.
Προμηθεύς |
700 | τὴν πρίν γε χρείαν ἠνύσασθ᾽ ἐμοῦ πάρακούφως· μαθεῖν γὰρ τῆσδε πρῶτ᾽ ἐχρήιζετετὸν ἀμφ᾽ ἑαυτῆς ἆθλον ἐξηγουμένης·τὰ λοιπὰ νῦν ἀκούσαθ᾽, οἷα χρὴ πάθητλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα. |
705 | σύ τ᾽, Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγουςθυμῶι βάλ᾽, ὡς ἂν τέρματ᾽ ἐκμάθηις ὁδοῦ.πρῶτον μὲν ἐνθένδ᾽ ἡλίου πρὸς ἀντολὰςστρέψασα σαυτὴν στεῖχ᾽ ἀνηρότους γύας·Σκύθας δ᾽ ἀφίξηι νομάδας, οἳ πλεκτὰς στέγας |
710 | πεδάρσιοι ναίουσ᾽ ἐπ᾽ εὐκύκλοις ὄχοιςἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι·οἷς μὴ πελάζειν, ἀλλὰ γυῖ᾽ ἁλιστόνοιςχρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα.λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες |
715 | οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή,ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις.ἥξεις δ᾽ Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον·ὃν μὴ περάσηις, οὐ γὰρ εὔβατος περᾶν,πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόληις, ὀρῶν |
720 | ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾶι μένοςκροτάφων ἀπ᾽ αὐτῶν. ἀστρογείτονας δὲ χρὴκορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴνβῆναι κέλευθον, ἔνθ᾽ Ἀμαζόνων στρατὸνἥξεις στυγάνορ᾽, αἳ Θεμίσκυράν ποτε |
725 | κατοικιοῦσιν ἀμφὶ Θερμώδονθ᾽, ἵνατραχεῖα πόντου Σαλμυδησσία γνάθος,ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν·αὗταί σ᾽ ὁδηγήσουσι καὶ μάλ᾽ ἀσμένως.ἰσθμὸν δ᾽ ἐπ᾽ αὐταῖς στενοπόροις λίμνης πύλαις |
730 | Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴλιποῦσαν αὐλῶν᾽ ἐκπερᾶν Μαιωτικόν·ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγαςτῆς σῆς πορείας, Βόσπορος δ᾽ ἐπώνυμοςκεκλήσεται. λιποῦσα δ᾽ Εὐρώπης πέδον |
735 | ἤπειρον ἥξεις Ἀσιάδ᾽. ἆρ᾽ ὑμῖν δοκεῖὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ᾽ ὁμῶςβίαιος εἶναι; τῆιδε γὰρ θνητῆι θεὸςχρήιζων μιγῆναι τάσδ᾽ ἐπέρριψεν πλάνας.πικροῦ δ᾽ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων |
740 | μνηστῆρος· οὓς γὰρ νῦν ἀκήκοας λόγουςεἶναι δόκει σοι μηδέπω ᾽ν προοιμίοις.
Ἰώἰώ μοί μοι, ἒ ἔ.
Προμηθεύςσὺ δ᾽ αὖ κέκραγας κἀναμυχθίζηι· τί πουδράσεις, ὅταν τὰ λοιπὰ πυνθάνηι κακά;
Χορός |
745 | ἦ γάρ τι λοιπὸν τῆιδε πημάτων ἐρεῖς;
Προμηθεύςδυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.
Ἰώτί δῆτ᾽ ἐμοὶ ζῆν κέρδος, ἀλλ᾽ οὐκ ἐν τάχειἔρριψ᾽ ἐμαυτὴν τῆσδ᾽ ἀπὸ στύφλου πέτρας,ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων |
750 | ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖνἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.
Προμηθεύςἦ δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,ὅτωι θανεῖν μέν ἐστιν οὐ πεπρωμένον·αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή. |
755 | νῦν δ᾽ οὐδέν ἐστι τέρμα μοι προκείμενονμόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσηι τυραννίδος.
Ἰώἦ γάρ ποτ᾽ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;
Προμηθεύςἥδοι᾽ ἄν, οἶμαι, τήνδ᾽ ἰδοῦσα συμφοράν.
Ἰώπῶς δ᾽ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;
Προμηθεύς |
760 | ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα.
Ἰώπρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;
Προμηθεύςπρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων.
Ἰώποίωι τρόπωι; σήμηνον, εἰ μή τις βλάβη.
Προμηθεύςγαμεῖ γάμον τοιοῦτον ὧι ποτ᾽ ἀσχαλᾶι.
Ἰώ |
765 | θέορτον ἢ βρότειον; εἰ ῥητόν, φράσον.
Προμηθεύςτί δ᾽ ὅντιν᾽; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.
Ἰώἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;
Προμηθεύςἣ τέξεταί γε παῖδα φέρτερον πατρός.
Ἰώοὐδ᾽ ἔστιν αὐτῶι τῆσδ᾽ ἀποστροφὴ τύχης;
Προμηθεύς |
770 | οὐ δῆτα, πλὴν ἔγωγ᾽ ἂν ἐκ δεσμῶν λυθείς.
Ἰώτίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός;
Προμηθεύςτῶν σῶν τιν᾽ αὐτὸν ἐγγόνων εἶναι χρεών.
Ἰώπῶς εἶπας; ἦ ᾽μὸς παῖς σ᾽ ἀπαλλάξει κακῶν;
Προμηθεύςτρίτος γε γένναν πρὸς δέκ᾽ ἄλλαισιν γοναῖς.
Ἰώ |
775 | ἥδ᾽ οὐκέτ᾽ εὐξύμβλητος ἡ χρησμωιδία.
Προμηθεύςκαὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους.
Ἰώμή μοι προτείνων κέρδος εἶτ᾽ ἀποστέρει.
Προμηθεύςδυοῖν λόγοιν σε θατέρωι δωρήσομαι.
Ἰώποίοιν; πρόδειξον αἵρεσίν τ᾽ ἐμοὶ δίδου.
Προμηθεύς |
780 | δίδωμ᾽· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοιφράσω σαφηνῶς ἢ τὸν ἐκλύσοντ᾽ ἐμέ.
Χορόςτούτων σὺ τὴν μὲν τῆιδε, τὴν δ᾽ ἐμοὶ χάρινθέσθαι θέλησον μηδ᾽ ἀτιμάσηις λόγου.καὶ τῆιδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην, |
785 | ἐμοὶ δὲ τὸν λύσοντα· τοῦτο γὰρ ποθῶ.
Προμηθεύςἐπεὶ προθυμεῖσθ᾽, οὐκ ἐναντιώσομαιτὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρήιζετε.σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν. |
790 | ὅταν περάσηις ῥεῖθρον ἠπείροιν ὅρον,πρὸς ἀντολὰς φλογῶπας ἡλίου στίβειπόντου παρεῖσα φλοῖσβον, ἔστ᾽ ἂν ἐξίκηιπρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνααἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι |
795 | τρεῖς κυκνόμορφοι κοινὸν ὄμμ᾽ ἐκτημέναιμονόδοντες, ἃς οὔθ᾽ ἥλιος προσδέρκεταιἀκτῖσιν οὔθ᾽ ἡ νύκτερος μήνη ποτέ·πέλας δ᾽ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροιδρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς, |
800 | ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς.τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω·ἄλλην δ᾽ ἄκουσον δυσχερῆ θεωρίαν.ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύναςγρῦπας φύλαξαι τόν τε μουνῶπα στρατὸν |
805 | Ἀριμασπὸν ἱπποβάμον᾽, οἳ χρυσόρρυτονοἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου·τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆνἥξεις κελαινὸν φῦλον, οἳ πρὸς ἡλίουναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ· |
810 | τούτου παρ᾽ ὄχθας ἕρφ᾽, ἕως ἂν ἐξίκηικαταβασμόν, ἔνθα Βιβλίνων ὀρῶν ἄποἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.οὗτός σ᾽ ὁδώσει τὴν τρίγωνον ἐς χθόναΝειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν, |
815 | Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.τῶνδ᾽ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε·σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.
Χορόςεἰ μέν τι τῆιδε λοιπὸν ἢ παρειμένον |
820 | ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,λέγ᾽· εἰ δὲ πάντ᾽ εἴρηκας, ἡμῖν αὖ χάρινδὸς ἥντιν᾽ αἰτούμεσθα, μέμνησαι δέ που.
Προμηθεύςτὸ πᾶν πορείας ἥδε τέρμ᾽ ἀκήκοεν.ὅπως δ᾽ ἂν εἰδῆι μὴ μάτην κλύουσά μου, |
825 | ἃ πρὶν μολεῖν δεῦρ᾽ ἐκμεμόχθηκεν φράσω,τεκμήριον τοῦτ᾽ αὐτὸ δοὺς μύθων ἐμῶν.ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,πρὸς αὐτὸ δ᾽ εἶμι τέρμα σῶν πλανημάτων.ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα |
830 | τὴν αἰπύνωτόν τ᾽ ἀμφὶ Δωδώνην, ἵναμαντεῖα θᾶκός τ᾽ ἐστὶ Θεσπρωτοῦ Διόςτέρας τ᾽ ἄπιστον, αἱ προσήγοροι δρύες,ὑφ᾽ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίωςπροσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ |
835 | μέλλουσ᾽ ἔσεσθαι· τῶνδε προσσαίνει σέ τι;ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίανκέλευθον ἦιξας πρὸς μέγαν κόλπον ῾Ρέας,ἀφ᾽ οὗ παλιμπλάγκτοισι χειμάζηι δρόμοις·χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός, |
840 | σαφῶς ἐπίστασ᾽, Ἰόνιος κεκλήσεται,τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.σημεῖά σοι τάδ᾽ ἐστὶ τῆς ἐμῆς φρενός,ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.τὰ λοιπὰ δ᾽ ὑμῖν τῆιδέ τ᾽ ἐς κοινὸν φράσω |
845 | ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,Νείλου πρὸς αὐτῶι στόματι καὶ προσχώματι·ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφροναἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον. |
850 | ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτωντέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεταιὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα.πέμπτη δ᾽ ἀπ᾽ αὐτοῦ γέννα πεντηκοντάπαιςπάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσ᾽ ἐλεύσεται |
855 | θηλύσπορος, φεύγουσα συγγενῆ γάμονἀνεψιῶν· οἳ δ᾽ ἐπτοημένοι φρένας,κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοιἥξουσι θηρεύοντες οὐ θηρασίμουςγάμους, φθόνον δὲ σωμάτων ἕξει θεός. |
860 | Πελασγία δὲ δέξεται θηλυκτόνωιἌρει δαμέντων νυκτιφρουρήτωι θράσει·γυνὴ γὰρ ἄνδρ᾽ ἕκαστον αἰῶνος στερεῖδίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος.τοιάδ᾽ ἐπ᾽ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις. |
865 | μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴκτεῖναι σύνευνον, ἀλλ᾽ ἀπαμβλυνθήσεταιγνώμην· δυοῖν δὲ θάτερον βουλήσεται,κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος.αὕτη κατ᾽ Ἄργος βασιλικὸν τέξει γένος· |
870 | μακροῦ λόγου δεῖ ταῦτ᾽ ἐπεξελθεῖν τορῶς.σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς,τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδ᾽ ἐμὲλύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴςμήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις· |
875 | ὅπως δὲ χὤπηι, ταῦτα δεῖ μακροῦ λόγουεἰπεῖν, σύ τ᾽ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.
Ἰώἐλελελελελελεῦ·ὑπό μ᾽ αὖ σφάκελος καὶ φρενοπληγεῖςμανίαι θάλπουσ᾽, οἴστρου δ᾽ ἄρδις |
880 | χρίει μ᾽ ἄπυρος,κραδία δὲ φόβωι φρένα λακτίζει,τροχοδινεῖται δ᾽ ὄμμαθ᾽ ἑλίγδην,ἔξω δὲ δρόμου φέρομαι λύσσηςπνεύματι μάργωι γλώσσης ἀκρατής, |
885 | θολεροὶ δὲ λόγοι παίουσ᾽ εἰκῆιστυγνῆς πρὸς κύμασιν ἄτης. |