Aischylos
525 - 456 a. Chr. n.
Προμηθεύς δεσμώτης
Στάσιμος βʹ (526-560)
|
|
____________________________________________________________________
|
|
Χορός | |
526 | μηδάμ᾽ ὁ πάντα νέμωνθεῖτ᾽ ἐμᾶι γνώμαι κράτος ἀντίπαλον Ζεύς, |
530 | μηδ᾽ ἐλινύσαιμι θεοὺς ὁσίαις θοί-ναις ποτινισομέναβουφόνοις παρ᾽ Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον,μηδ᾽ ἀλίτοιμι λόγοις, |
535 | ἀλλά μοι τόδ᾽ ἐμμένοι καὶ μήποτ᾽ ἐκτακείη.
ἁδύ τι θαρσαλέαιςτὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖς |
540 | θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις. φρίσ-σω δέ σε δερκομέναμυρίοις μόχθοις διακναιόμενον <.......>·Ζῆνα γὰρ οὐ τρομέωνἰδίαι γνώμαι σέβηι θνατοὺς ἄγαν, Προμηθεῦ.
|
545 | φέρ᾽ ὅπως ἄχαρις χάρις, ὦ φίλος·εἰπὲ ποῦ τίς ἀλκά;τίς ἐφαμερίων ἄρηξις; οὐδ᾽ ἐδέρχθηςὀλιγοδρανίαν ἄκικυν ἰσόνειρον, |
550 | ἇι τὸ φωτῶν ἀλαὸν γένος ἐμπεπο-δισμένον; οὔποτε <.......>τὰν Διὸς ἁρμονίαν θνα-τῶν παρεξίασι βουλαί.
ἔμαθον τάδε σὰς προσιδοῦσ᾽ ὀλο-ὰς τύχας, Προμηθεῦ· |
555 | τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα,τόδ᾽ ἐκεῖνό θ᾽, ὅ τ᾽ ἀμφὶ λουτρὰ καὶ λέχος σὸνὑμεναίουν ἰότατι γάμων, ὅτετὰν ὁμοπάτριον ἕδνοις |
560 | ἄγαγες Ἡσιόναν πι-θὼν δάμαρτα κοινόλεκτρον. |