Aischylos
525 - 456 a. Chr. n.
Προμηθεύς δεσμώτης
Ἐπεισόδια βʹ (436-525)
|
|
____________________________________________________________________
|
|
Προμηθεύς | |
436 | μή τοι χλιδῆι δοκεῖτε μηδ᾽ αὐθαδίαισιγᾶν με· συννοίαι δὲ δάπτομαι κέαρὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα |
440 | τίς ἄλλος ἢ ᾽γὼ παντελῶς διώρισεν;ἀλλ᾽ αὐτὰ σιγῶ· καὶ γὰρ εἰδυίαισιν ἂνὑμῖν λέγοιμι. τἀν βροτοῖς δὲ πήματαἀκούσαθ᾽, ὥς σφας νηπίους ὄντας τὸ πρὶνἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους. |
445 | λέξω δὲ μέμψιν οὔτιν᾽ ἀνθρώποις ἔχων,ἀλλ᾽ ὧν δέδωκ᾽ εὔνοιαν ἐξηγούμενος·οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,κλύοντες οὐκ ἤκουον, ἀλλ᾽ ὀνειράτωνἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον |
450 | ἔφυρον εἰκῆι πάντα, κοὔτε πλινθυφεῖςδόμους προσείλους ἦισαν, οὐ ξυλουργίαν,κατώρυχες δ᾽ ἔναιον ὥστ᾽ ἀήσυροιμύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.ἦν δ᾽ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ |
455 | οὔτ᾽ ἀνθεμώδους ἦρος οὔτε καρπίμουθέρους βέβαιον, ἀλλ᾽ ἄτερ γνώμης τὸ πᾶνἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων, |
460 | ἐξηῦρον αὐτοῖς γραμμάτων τε συνθέσεις,μνήμην ἁπάντων, μουσομήτορ᾽ ἐργάνην.κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλαζεύγλαισι δουλεύοντα, σώμασὶν θ᾽ ὅπωςθνητοῖς μεγίστων διάδοχοι μοχθημάτων |
465 | γένοινθ᾽, ὑφ᾽ ἅρμα τ᾽ ἤγαγον φιληνίουςἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς·θαλασσόπλαγκτα δ᾽ οὔτις ἄλλος ἀντ᾽ ἐμοῦλινόπτερ᾽ ηὗρε ναυτίλων ὀχήματα.τοιαῦτα μηχανήματ᾽ ἐξευρὼν τάλας |
470 | βροτοῖσιν αὐτὸς οὐκ ἔχω σόφισμ᾽, ὅτωιτῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.
Χορόςπέπονθας αἰκὲς πῆμ᾽· ἀποσφαλεὶς φρενῶνπλανᾶι, κακὸς δ᾽ ἰατρὸς ὥς τις ἐς νόσονπεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις |
475 | εὑρεῖν, ὁποίοις φαρμάκοις ἰάσιμος.
Προμηθεύςτὰ λοιπά μου κλύουσα θαυμάσηι πλέον,οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,οὐκ ἦν ἀλέξημ᾽ οὐδέν οὔτε βρώσιμον, |
480 | οὐ χριστόν οὐδὲ πιστόν, ἀλλὰ φαρμάκωνχρείαι κατεσκέλλοντο, πρίν γ᾽ ἐγώ σφισινἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους·τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα, |
485 | κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτουςἐγνώρισ᾽ αὐτοῖς ἐνοδίους τε συμβόλους,γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶςδιώρισ᾽, οἵτινές τε δεξιοὶ φύσιν |
490 | εὐωνύμους τε, καὶ δίαιταν ἥντιναἔχουσ᾽ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνεςἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι·σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίναἔχουσ᾽ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴν |
495 | χολή, λοβοῦ τε ποικίλην εὐμορφίαν·κνίσηι τε κῶλα συγκαλυπτὰ καὶ μακρὰνὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνηνὥδωσα θνητούς, καὶ φλογωπὰ σήματαἐξωμμάτωσα πρόσθεν ὄντ᾽ ἐπάργεμα. |
500 | τοιαῦτα μὲν δὴ ταῦτ᾽· ἔνερθε δὲ χθονὸςκεκρυμμέν᾽ ἀνθρώποισιν ὠφελήματα,χαλκόν σίδηρον ἄργυρον χρυσόν τε, τίςφήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;οὐδείς, σάφ᾽ οἶδα, μὴ μάτην φλύσαι θέλων. |
505 | βραχεῖ δὲ μύθωι πάντα συλλήβδην μάθε·πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.
Χορόςμή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,σαυτοῦ δ᾽ ἀκήδει δυστυχοῦντος· ὡς ἐγὼεὔελπίς εἰμι τῶνδέ σ᾽ ἐκ δεσμῶν ἔτι |
510 | λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.
Προμηθεύςοὐ ταῦτα ταύτηι Μοῖρά πω τελεσφόροςκρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖςδύαις τε κναφθεὶς ὧδε δεσμὰ φυγγάνω·τέχνη δ᾽ ἀνάγκης ἀσθενεστέρα μακρῶι.
Χορός |
515 | τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;
ΠρομηθεύςΜοῖραι τρίμορφοι μνήμονές τ᾽ Ἐρινύες
Χορόςτούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;
Προμηθεύςοὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.
Χορόςτί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;
Προμηθεύς |
520 | τοῦτ᾽ οὐκέτ᾽ ἂν πύθοιο μηδὲ λιπάρει.
Χορόςἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις;
Προμηθεύςἄλλου λόγου μέμνησθε, τόνδε δ᾽ οὐδαμῶςκαιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέοςὅσον μάλιστα· τόνδε γὰρ σώιζων ἐγὼ |
525 | δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω. |