BIBLIOTHECA AUGUSTANA

 

Aischylos

525 - 456 a. Chr. n.

 

Προμηθεύς δεσμώτης

 

Στάσιμος αʹ (397-435)

 

____________________________________________________________________

 

 

397

Χορός

στένω σε τᾶς οὐλομένας

τύχας, Προμηθεῦ· δακρυσί-

400

στακτα δ᾽ ἀπ᾽ ὄσσων ῥαδινὰν λειβομένα

ῥέος παρειὰν νοτίοις

ἔτεγξα παγαῖς· ἀμέγαρ-

τα γὰρ τάδε Ζεὺς ἰδίοις

νόμοις κρατύνων ὑπερήφανον θεοῖς

405

τοῖς πάρος ἐνδείκνυσιν αἰχμάν.

 

πρόπασα δ᾽ ἤδη στονόεν

λέλακε χώρα, μεγαλο-

σχήμονά ἀρχαιοπρεπῆ <.....>

410

στένουσι τὰν σὰν ξυνομαι-

μόνων τε τιμάν· ὁπόσοι τ᾽

ἔποικον ἁγνᾶς Ἀσίας

ἕδος νέμονται, μεγαλοστόνοισι σοῖς

πήμασι συγκάμνουσι θνατοί·

 

415

Κολχίδος τε γᾶς ἔνοικοι,

παρθένοι μάχας ἄτρεστοι,

καὶ Σκύθης ὅμιλος, οἳ γᾶς

ἔσχατον τόπον ἀμφὶ Μαι-

ῶτιν ἔχουσι λίμναν,

 

420

Ἀραβίας τ᾽ ἄρειον ἄνθος,

ὑψίκρημνον θ᾽ οἳ πόλισμα

Καυκάσου πέλας νέμονται,

δάιος στρατός ὀξυπρώι-

ροισι βρέμων ἐν αἰχμαῖς.

 

431

βοᾶι δὲ πόντιος κλύδων

ξυμπίτνων, στένει βυθός,

κελαινὸς Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,

435

παγαί θ᾽ ἁγνορύτων ποταμῶν

στένουσιν ἄλγος οἰκτρόν.