Aischylos
525 - 456 a. Chr. n.
Προμηθεύς δεσμώτης
Ἐπεισόδια αʹ (193-396)
|
|
____________________________________________________________________
|
|
Χορόςπάντ᾽ ἐκκάλυψον καὶ γέγων᾽ ἡμῖν λόγον,ποίωι λαβών σε Ζεὺς ἐπ᾽ αἰτιάματι, | |
195 | οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται·δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγωι.
Προμηθεύςἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,ἄλγος δὲ σιγᾶν, πανταχῆι δὲ δύσποτμα.ἐπεὶ τάχιστ᾽ ἤρξαντο δαίμονες χόλου |
200 | στάσις τ᾽ ἐν ἀλλήλοισιν ὠροθύνετο,οἳ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἳ δὲ τοὔμπαλινσπεύδοντες, ὡς Ζεὺς μήποτ᾽ ἄρξειεν θεῶν,ἐνταῦθ᾽ ἐγὼ τὰ λῶιστα βουλεύων πιθεῖν |
205 | Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,οὐκ ἠδυνήθην· αἱμύλας δὲ μηχανὰςἀτιμάσαντες καρτεροῖς φρονήμασινὤιοντ᾽ ἀμοχθὶ πρὸς βίαν τε δεσπόσειν.ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις |
210 | καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,τὸ μέλλον ἧι κραίνοιτο προυτεθεσπίκει,ὡς οὐ κατ᾽ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόνχρείη, δόλωι δὲ τοὺς ὑπερσχόντας κρατεῖν.τοιαῦτ᾽ ἐμοῦ λόγοισιν ἐξηγουμένου |
215 | οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.κράτιστα δή μοι τῶν παρεστώτων τότεἐφαίνετ᾽ εἶναι προσλαβόντα μητέραἑκόνθ᾽ ἑκόντι Ζηνὶ συμπαραστατεῖν·ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς |
220 | κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνοναὐτοῖσι συμμάχοισι. τοιάδ᾽ ἐξ ἐμοῦὁ τῶν θεῶν τύραννος ὠφελημένοςκακαῖσι ποιναῖς ταῖσδὲ μ᾽ ἐξημείψατο.ἔνεστι γάρ πως τοῦτο τῆι τυραννίδι |
225 | νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.ὃ δ᾽ οὖν ἐρωτᾶτ᾽, αἰτίαν καθ᾽ ἥντινααἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.ὅπως τάχιστα τὸν πατρῶιον ἐς θρόνονκαθέζετ᾽, εὐθὺς δαίμοσιν νέμει γέρα |
230 | ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετοἀρχήν· βροτῶν δὲ τῶν ταλαιπώρων λόγονοὐκ ἔσχεν οὐδέν᾽, ἀλλ᾽ ἀιστώσας γένοςτὸ πᾶν ἔχρηιζεν ἄλλο φιτῦσαι νέον.καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ· |
235 | ἐγὼ δ᾽ ὁ τολμῆς ἐξελυσάμην βροτοὺςτὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.τῶι τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ᾽ ἰδεῖν·θνητοὺς δ᾽ ἐν οἴκτωι προθέμενος, τούτου τυχεῖν |
240 | οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶςὧδ᾽ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.
Χορόςσιδηρόφρων τε κἀκ πέτρας εἰργασμένοςὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾶιμόχθοις· ἐγὼ γὰρ οὔτ᾽ ἂν εἰσιδεῖν τάδε |
245 | ἔχρηιζον εἰσιδοῦσά τ᾽ ἠλγύνθην κέαρ.
Προμηθεύςκαὶ μὴν φίλοις ἐλεινὸς εἰσορᾶν ἐγώ.
Χορόςμή πού τι προὔβης τῶνδε καὶ περαιτέρω;
Προμηθεύςθνητούς γ᾽ ἔπαυσα μὴ προδέρκεσθαι μόρον.
Χορόςτὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;
Προμηθεύς |
250 | τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατώικισα.
Χορόςμέγ᾽ ὠφέλημα τοῦτ᾽ ἐδωρήσω βροτοῖς.
Προμηθεύςπρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.
Χορόςκαὶ νῦν φλογωπὸν πῦρ ἔχουσ᾽ ἐφήμεροι;
Προμηθεύςἀφ᾽ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.
Χορός |
255 | τοιοῖσδε δή σε Ζεὺς ἐπ᾽ αἰτιάμασιν
Προμηθεύςαἰκίζεταί τε κοὐδαμῆι χαλᾶι κακῶν.
Χορόςοὐδ᾽ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;
Προμηθεύςοὐκ ἄλλο γ᾽ οὐδέν, πλὴν ὅταν κείνωι δοκῆι.
Χορόςδόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾶις, ὅτι |
260 | ἥμαρτες; ὡς δ᾽ ἥμαρτες, οὔτ᾽ ἐμοὶ λέγεινκαθ᾽ ἡδονὴν σοί τ᾽ ἄλγος. ἀλλὰ ταῦτα μὲνμεθῶμεν, ἄθλου δ᾽ ἔκλυσιν ζήτει τινά.
Προμηθεύςἐλαφρὸν ὅστις πημάτων ἔξω πόδαἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς |
265 | πράσσοντας· εὖ δὲ ταῦθ᾽ ἅπαντ᾽ ἠπιστάμην.ἑκὼν ἑκὼν ἥμαρτον· οὐκ ἀρνήσομαι.θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.οὐ μήν τι ποιναῖς γ᾽ ὠιόμην τοίαισί μεκατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις, |
270 | τυχόντ᾽ ἐρήμου τοῦδ᾽ ἀγείτονος πάγου.καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθ᾽ ἄχη,πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχαςἀκούσαθ᾽, ὡς μάθητε διὰ τέλους τὸ πᾶν.πίθεσθέ μοι πίθεσθε, συμπονήσατε |
275 | τῶι νῦν μογοῦντι. ταὐτά τοι πλανωμένηπρὸς ἄλλοτ᾽ ἄλλον πημονὴ προσιζάνει.
Χορόςοὐκ ἀκούσαις ἐπεθώυξαςτοῦτο, Προμηθεῦ. καὶ νῦν ἐλαφρῶι |
280 | ποδὶ κραιπνόσυτον θᾶκον προλιποῦσ᾽αἰθέρα θ᾽ ἁγνὸν πόρον οἰωνῶν,ὀκριοέσσηι χθονὶ τῆιδε πελῶ·τοὺς σοὺς δὲ πόνουςχρήιζω διὰ παντὸς ἀκοῦσαι.
____________
Ὠκεανόςἥκω δολιχῆς τέρμα κελεύθου |
285 | διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,τὸν πτερυγωκῆ τόνδ᾽ οἰωνὸνγνώμηι στομίων ἄτερ εὐθύνων.ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ·τὸ τε γάρ με, δοκῶ, συγγενὲς οὕτως |
290 | ἐσαναγκάζει,χωρίς τε γένους οὐκ ἔστιν ὅτωιμείζονα μοῖραν νείμαιμ᾽ ἢ σοί.γνώσηι δὲ τάδ᾽ ὡς ἔτυμ᾽, οὐδὲ μάτηνχαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ |
295 | σήμαιν᾽, ὅ τι χρή σοι συμπράσσειν·οὐ γάρ ποτ᾽ ἐρεῖς ὡς Ὠκεανοῦφίλος ἐστὶ βεβαιότερός σοι.
Προμηθεύςἔα· τί χρῆμα; καὶ σὺ δὴ πόνων ἐμῶνἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν |
300 | ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆαὐτόκτιτ᾽ ἄντρα, τὴν σιδηρομήτοραἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχαςἐμὰς ἀφῖξαι καὶ ξυνασχαλῶν κακοῖς;δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον, |
305 | τὸν συγκαταστήσαντα τὴν τυραννίδα,οἵαις ὑπ᾽ αὐτοῦ πημοναῖσι κάμπτομαι.
Ὠκεανόςὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοιθέλω τὰ λῶιστα καίπερ ὄντι ποικίλωι.γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους |
310 | νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.εἰ δ᾽ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγουςῥίψεις, τάχ᾽ ἄν σου καὶ μακρὰν ἀνωτέρωθακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλονπαρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν. |
315 | ἀλλ᾽, ὦ ταλαίπωρ᾽, ἃς ἔχεις ὀργὰς ἄφες,ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.ἀρχαῖ᾽ ἴσως σοι φαίνομαι λέγειν τάδε·τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρουγλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται. |
320 | σὺ δ᾽ οὐδέπω ταπεινὸς οὐδ᾽ εἴκεις κακοῖς,πρὸς τοῖς παροῦσι δ᾽ ἄλλα προσλαβεῖν θέλεις.οὔκουν ἔμοιγε χρώμενος διδασκάλωιπρὸς κέντρα κῶλον ἐκτενεῖς ὁρῶν, ὅτιτραχὺς μόναρχος οὐδ᾽ ὑπεύθυνος κρατεῖ. |
325 | καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι,ἐὰν δύνωμαι τῶνδέ σ᾽ ἐκλῦσαι πόνων·σὺ δ᾽ ἡσύχαζε μηδ᾽ ἄγαν λαβροστόμει.ἢ οὐκ οἶσθ᾽ ἀκριβῶς ὢν περισσόφρων, ὅτιγλώσσηι ματαίαι ζημία προστρίβεται;
Προμηθεύς |
330 | ζηλῶ σ᾽ ὁθούνεκ᾽ ἐκτὸς αἰτίας κυρεῖςπάντων μετασχὼν καὶ τετολμηκὼς ἐμοί.καὶ νῦν ἔασον μηδέ σοι μελησάτω·πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής.πάπταινε δ᾽ αὐτὸς μή τι πημανθῆις ὁδῶι.
Ὠκεανός |
335 | πολλῶι γ᾽ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυςἢ σαυτόν· ἔργωι κοὐ λόγωι τεκμαίρομαι.ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσηις·αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶδώσειν Δί᾽, ὥστε τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.
Προμηθεύς |
340 | τὰ μὲν σ᾽ ἐπαινῶ κοὐδαμῆι λήξω ποτέ·προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρμηδὲν πόνει· μάτην γὰρ οὐδὲν ὠφελῶνἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις.ἀλλ᾽ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων· |
345 | ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ, τοῦδ᾽ εἵνεκαθέλοιμ᾽ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.οὐ δῆτ᾽, ἐπεί με καὶ κασιγνήτου τύχαιτείρουσ᾽ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπουςἕστηκε κίον᾽ οὐρανοῦ τε καὶ χθονὸς |
350 | ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.τὸν γηγενῆ τε Κιλικίων οἰκήτοραἄντρων ἰδὼν ὤικτιρα, δάιον τέραςἑκατογκάρανον πρὸς βίαν χειρούμενον,Τυφῶνα θοῦρον· πᾶσιν ἀντέστη θεοῖς |
355 | σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον,ἐξ ὀμμάτων δ᾽ ἤστραπτε γοργωπὸν σέλας,ὡς τὴν Διὸς τυραννίδ᾽ ἐκπέρσων βίαι.ἀλλ᾽ ἦλθεν αὐτῶι Ζηνὸς ἄγρυπνον βέλος,καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα, |
360 | ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρωνκομπασμάτων· φρένας γὰρ εἰς αὐτὰς τυπεὶςἐφεψαλώθη κἀξεβροντήθη σθένος.καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμαςκεῖται στενωποῦ πλησίον θαλασσίου |
365 | ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο.κορυφαῖς δ᾽ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖἭφαιστος, ἔνθεν ἐκραγήσονταί ποτεποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοιςτῆς καλλικάρπου Σικελίας λευροὺς γύας· |
370 | τοιόνδε Τυφὼς ἐξαναζέσει χόλονθερμοῖς ἀπλήστου βέλεσι πυρπνόου ζάλης,καίπερ κεραυνῶι Ζηνὸς ἠνθρακωμένος.σὺ δ᾽ οὐκ ἄπειρος οὐδ᾽ ἐμοῦ διδασκάλουχρήιζεις· σεαυτὸν σῶιζ᾽ ὅπως ἐπίστασαι. |
375 | ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,ἔστ᾽ ἂν Διὸς φρόνημα λωφήσηι χόλου.
Ὠκεανόςοὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτιὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;
Προμηθεύςἐάν τις ἐν καιρῶι γε μαλθάσσηι κέαρ |
380 | καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνηι βίαι.
Ὠκεανόςἐν τῶι προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίναὁρᾶις ἐνοῦσαν ζημίαν; δίδασκέ με.
Προμηθεύςμόχθον περισσὸν κουφόνουν τ᾽ εὐηθίαν.
Ὠκεανόςἔα με τῆιδε τῆι νόσωι νοσεῖν, ἐπεὶ |
385 | κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.
Προμηθεύςἐμὸν δοκήσει τἀμπλάκημ᾽ εἶναι τόδε.
Ὠκεανόςσαφῶς μ᾽ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.
Προμηθεύςμὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάληι.
Ὠκεανόςἦ τῶι νέον θακοῦντι παγκρατεῖς ἕδρας;
Προμηθεύς |
390 | τούτου φυλάσσου μή ποτ᾽ ἀχθεσθῆι κέαρ.
Ὠκεανόςἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.
Προμηθεύςστέλλου, κομίζου, σῶιζε τὸν παρόντα νοῦν.
Ὠκεανόςὁρμωμένωι μοι τόνδ᾽ ἐθώυξας λόγον·λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖς |
395 | τετρασκελὴς οἰωνός· ἄσμενος δέ τἂνσταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ. |