Aischylos
525 - 456 a. Chr. n.
Προμηθεύς δεσμώτης
Πάροδος (128-192)
|
|
____________________________________________________________________
|
|
Χορόςμηδὲν φοβηθῆις· φιλίαγὰρ ἥδε τάξις πτερύγων | |
130 | θοαῖς ἁμίλλαις προσέβατόνδε πάγον, πατρώιαςμόγις παρειποῦσα φρένας.κραιπνοφόροι δέ μ᾽ ἔπεμψαν αὖραι·κτύπου γὰρ ἀχὼ χάλυβοςδιῆιξεν ἄντρων μυχόν, ἐκδ᾽ ἔπληξέ μου τὰν θεμερῶπιν αἰδῶ· |
135 | σύθην δ᾽ ἀπέδιλος ὄχωι πτερωτῶι.
Προμηθεύςαἰαῖ αἰαῖ,τῆς πολυτέκνου Τηθύος ἔκγονατοῦ περὶ πᾶσάν θ᾽ εἱλισσομένουχθόν᾽ ἀκοιμήτωι ῥεύματι παῖδες |
140 | πατρὸς, Ὠκεανοῦ, δέρχθητ᾽, ἐσίδεσθ᾽,οἵωι δεσμῶι προσπορπατὸςτῆσδε φάραγγος σκοπέλοις ἐν ἄκροιςφρουρὰν ἄζηλον ὀχήσω.
Χορόςλεύσσω, Προμηθεῦ· φοβερὰ |
145 | δ᾽ ἐμοῖσιν ὄσσοις ὀμίχλαπροσῆιξε πλήρης δακρύωνσὸν δέμας εἰσιδούσαιπέτραι προσαυαινόμενονταῖσδ᾽ ἀδαμαντοδέτοισι λύμαις.νέοι γὰρ οἰακονόμοικρατοῦσ᾽, Ὀλύμπου, νεοχμοῖς |
150 | δὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει·τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.
Προμηθεύςεἰ γάρ μ᾽ ὑπὸ γῆν νέρθεν θ᾽ Ἅιδουτοῦ νεκροδέγμονος εἰς ἀπέραντον |
155 | Τάρταρον ἧκεν δεσμοῖς ἀλύτοιςἀγρίως πελάσας, ὡς μήτε θεὸςμήτε τις ἄλλος τοῖσδ᾽ ἐπεγήθει.νῦν δ᾽ αἰθέριον κίνυγμ᾽ ὁ τάλαςἐχθροῖς ἐπίχαρτα πέπονθα.
Χορόςτίς ὧδε τλησικάρδιος |
160 | θεῶν, ὅτωι τάδ᾽ ἐπιχαρῆ;τίς οὐ ξυνασχαλᾶι κακοῖςτεοῖσι δίχα γε Διός; ὁ δ᾽ ἐπικότως ἀεὶθέμενος ἄγναμπτον νόονδάμναται οὐρανίαν |
165 | γένναν οὐδὲ λήξει,πρὶν ἂν ἢ κορέσηι κέαρ ἢ παλάμαι τινὶτὰν δυσάλωτον ἕληι τις ἀρχάν.
Προμηθεύςἦ μὴν ἔτ᾽ ἐμοῦ καίπερ κρατεραῖςἐν γυιοπέδαις αἰκιζομένουχρείαν ἕξει μακάρων πρύτανις, |
170 | δεῖξαι τὸ νέον βούλευμ᾽, ὑφ᾽ ὅτουσκῆπτρον τιμάς τ᾽ ἀποσυλᾶται·καί μ᾽ οὔτι μελιγλώσσοις πειθοῦςἐπαοιδαῖσιν θέλξει, στερεάς τ᾽οὔποτ᾽ ἀπειλὰς πτήξας τόδ᾽ ἐγὼ |
175 | καταμηνύσω, πρὶν ἂν ἐξ ἀγρίωνδεσμῶν χαλάσηι ποινάς τε τίνειντῆσδ᾽ αἰκείας ἐθελήσηι.
Χορόςσὺ μὲν θρασύς τε καὶ πικραῖςδύαισιν οὐδὲν ἐπιχαλᾶις, |
180 | ἄγαν δ᾽ ἐλευθεροστομεῖς.ἐμὰς δὲ φρένας ἠρέθισε διάτορος φόβος·δέδια δ᾽ ἀμφὶ σαῖς τύχαις,πᾶι ποτε τῶνδε πόνωνχρή σε τέρμα κέλσαντ᾽ |
185 | ἐσιδεῖν· ἀκίχητα γὰρ ἤθεα καὶ κέαρἀπαράμυθον ἔχει Κρόνου παῖς.
Προμηθεύςοἶδ᾽ ὅτι τραχὺς καὶ παρ᾽ ἑαυτῶιτὸ δίκαιον ἔχων· ἔμπας ὀΐω,μαλακογνώμωνἔσται ποθ᾽, ὅταν ταύτηι ῥαισθῆι· |
190 | τὴν δ᾽ ἀτέραμνον στορέσας ὀργὴνεἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητασπεύδων σπεύδοντί ποθ᾽ ἥξει. |