Aischylos
525 - 456 a. Chr. n.
Προμηθεύς δεσμώτης
Πρόλογος (1-127)
|
|
____________________________________________________________________
|
|
ΚράτοςΧθονὸς μὲν εἰς τηλουρὸν ἥκομεν πέδον,Σκύθην ἐς οἷμον, ἄβροτον εἰς ἐρημίαν.Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολάς,ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις | |
5 | ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαιἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,θνητοῖσι κλέψας ὤπασεν· τοιᾶσδέ τοιἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην, |
10 | ὡς ἂν διδαχθῆι τὴν Διὸς τυραννίδαστέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.
ἭφαιστοςΚράτος Βία τε, σφῶιν μὲν ἐντολὴ Διὸςἔχει τέλος δή, κοὐδὲν ἐμποδὼν ἔτι·ἐγὼ δ᾽ ἄτολμός εἰμι συγγενῆ θεὸν |
15 | δῆσαι βίαι φάραγγι πρὸς δυσχειμέρωι.πάντως δ᾽ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν·ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,ἄκοντά σ᾽ ἄκων δυσλύτοις χαλκεύμασιν |
20 | προσπασσαλεύσω τῶιδ᾽ ἀπανθρώπωι πάγωιἵν᾽ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶνὄψει, σταθευτὸς δ᾽ ἡλίου φοίβηι φλογὶχροιᾶς ἀμείψεις ἄνθος. ἀσμένωι δέ σοιἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος, |
25 | πάχνην θ᾽ ἑώιαν ἥλιος σκεδᾶι πάλιν·ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦτρύσει σ᾽· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.τοιαῦτ᾽ ἐπηύρου τοῦ φιλανθρώπου τρόπου.θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον |
30 | βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.ἀνθ᾽ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτρανὀρθοστάδην ἄυπνος οὐ κάμπτων γόνυ·πολλοὺς δ᾽ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖςφθέγξηι· Διὸς γὰρ δυσπαραίτητοι φρένες. |
35 | ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῆι.
Κράτοςεἶεν, τί μέλλεις καὶ κατοικτίζηι μάτην;τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;
Ἥφαιστοςτὸ συγγενές τοι δεινὸν ἥ θ᾽ ὁμιλία.
Κράτος |
40 | σύμφημ᾽· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγωνοἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;
Ἥφαιστοςαἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.
Κράτοςἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι· σὺ δὲτὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.
Ἥφαιστος |
45 | ὦ πολλὰ μισηθεῖσα χειρωναξία.
Κράτοςτί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῶι λόγωιτῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.
Ἥφαιστοςἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.
Κράτοςἅπαντ᾽ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν· |
50 | ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.
Ἥφαιστοςἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.
Κράτοςοὔκουν ἐπείξηι δεσμὰ τῶιδε περιβαλεῖν,ὡς μή σ᾽ ἐλινύοντα προσδερχθῆι πατήρ;
Ἥφαιστοςκαὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.
Κράτος |
55 | βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένειῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.
Ἥφαιστοςπεραίνεται δὴ κοὐ ματᾶι τοὔργον τόδε.
Κράτοςἄρασσε μᾶλλον, σφίγγε, μηδαμῆι χάλα.δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.
Ἥφαιστος |
60 | ἄραρεν ἥδε γ᾽ ὠλένη δυσεκλύτως.
Κράτοςκαὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵναμάθηι σοφιστὴς ὢν Διὸς νωθέστερος.
Ἥφαιστοςπλὴν τοῦδ᾽ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.
Κράτοςἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον |
65 | στέρνων διαμπὰξ πασσάλευ᾽ ἐρρωμένως.
Ἥφαιστοςαἰαῖ, Προμηθεῦ, σῶν ὕπερ στένω πόνων.
Κράτοςσὺ δ᾽ αὖ κατοκνεῖς τῶν Διός τ᾽ ἐχθρῶν ὕπερστένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.
Ἥφαιστοςὁρᾶις θέαμα δυσθέατον ὄμμασιν.
Κράτος |
70 | ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.ἀλλ᾽ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.
Ἥφαιστοςδρᾶν ταῦτ᾽ ἀνάγκη, μηδὲν ἐγκέλευ᾽ ἄγαν.
Κράτοςἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.χώρει κάτω, σκέλη δὲ κίρκωσον βίαι.
Ἥφαιστος |
75 | καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῶι πόνωι.
Κράτοςἐρρωμένως νῦν θεῖνε διατόρους πέδας,ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.
Ἥφαιστοςὅμοια μορφῆι γλῶσσά σου γηρύεται.
Κράτοςσὺ μαλθακίζου, τὴν δ᾽ ἐμὴν αὐθαδίαν |
80 | ὀργῆς τε τραχύτητα μὴ ᾽πίπλησσέ μοι.
Ἥφαιστοςστείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρ᾽ ἔχει.
Κράτοςἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρασυλῶν ἐφημέροισι προστίθει. τί σοιοἷοί τε θνητοὶ τῶνδ᾽ ἀπαντλῆσαι πόνων; |
85 | ψευδωνύμως σε δαίμονες Προμηθέακαλοῦσιν· αὐτὸν γάρ σε δεῖ προμηθέως,ὅτωι τρόπωι τῆσδ᾽ ἐκκυλισθήσηι τέχνης.
Προμηθεύςὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,ποταμῶν τε πηγαί ποντίων τε κυμάτων |
90 | ἀνήριθμον γέλασμα παμμῆτόρ τε γῆ,καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ·ἴδεσθέ μ᾽ οἷα πρὸς θεῶν πάσχω θεός.δέρχθηθ᾽ οἵαις αἰκείαισινδιακναιόμενος τὸν μυριετῆ |
95 | χρόνον ἀθλεύσω·τοιόνδ᾽ ὁ νέος ταγὸς μακάρωνἐξηῦρ᾽ ἐπ᾽ ἐμοὶ δεσμὸν ἀεικῆ.φεῦ φεῦ, τὸ παρὸν τό τ᾽ ἐπερχόμενονπῆμα στενάχω· πῆι ποτε μόχθων |
100 | χρὴ τέρματα τῶνδ᾽ ἐπιτεῖλαι;καίτοι τί φημι; πάντα προυξεπίσταμαισκεθρῶς τὰ μέλλοντ᾽, οὐδέ μοι ποταίνιονπῆμ᾽ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴαἶσαν φέρειν ὡς ῥᾶιστα, γιγνώσκονθ᾽, ὅτι |
105 | τὸ τῆς ἀνάγκης ἔστ᾽ ἀδήριτον σθένος.ἀλλ᾽ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχαςοἷόν τέ μοι τάσδ᾽ ἐστί. θνητοῖς γὰρ γέραπορὼν ἀνάγκαις ταῖσδ᾽ ἐνέζευγμαι τάλας·ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς |
110 | πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνηςπάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνωὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος.ἆ ἆ ἔα ἔα. |
115 | τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ᾽ ἀφεγγής,θεόσυτος ἢ βρότειος ἢ κεκραμένη;τερμόνιον ἵκετ᾽ ἐπὶ πάγονπόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων;ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν, |
120 | τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖςδι᾽ ἀπεχθείας ἐλθόνθ᾽, ὁπόσοιτὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,διὰ τὴν λίαν φιλότητα βροτῶν.φεῦ φεῦ, τί ποτ᾽ αὖ κινάθισμα κλύω |
125 | πέλας οἰωνῶν; αἰθὴρ δ᾽ ἐλαφραῖςπτερύγων ῥιπαῖς ὑποσυρίζει.πᾶν μοι φοβερὸν τὸ προσέρπον. |