Aischylos
525 - 456 a. Chr. n.
Προμηθεύς δεσμώτης
Ἔξοδος (907-1093)
|
|
____________________________________________________________________
|
|
Προμηθεύςἦ μὴν ἔτι Ζεύς καίπερ αὐθάδης φρενῶνἔσται ταπεινός, οἷον ἐξαρτύεταιγάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος | |
910 | θρόνων τ᾽ ἄιστον ἐκβαλεῖ· πατρὸς δ᾽ ἀρὰΚρόνου τότ᾽ ἤδη παντελῶς κρανθήσεται,ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶνδύναιτ᾽ ἂν αὐτῶι πλὴν ἐμοῦ δεῖξαι σαφῶς. |
915 | ἐγὼ τάδ᾽ οἶδα χὦι τρόπωι. πρὸς ταῦτα νῦνθαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποιςπιστός τινάσσων τ᾽ ἐν χεροῖν πύρπνουν βέλος·οὐδὲν γὰρ αὐτῶι ταῦτ᾽ ἐπαρκέσει τὸ μὴ οὐπεσεῖν ἀτίμως πτώματ᾽ οὐκ ἀνασχετά. |
920 | τοῖον παλαιστὴν νῦν παρασκευάζεταιἐπ᾽ αὐτὸς αὑτῶι, δυσμαχώτατον τέρας,ὃς δὴ κεραυνοῦ κρείσσον᾽ εὑρήσει φλόγαβροντῆς θ᾽ ὑπερβάλλοντα καρτερὸν κτύπονθαλασσίαν τε γῆς τινάκτειραν νόσον, |
925 | τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾶι.πταίσας δὲ τῶιδε πρὸς κακῶι μαθήσεται,ὅσον τό τ᾽ ἄρχειν καὶ τὸ δουλεύειν δίχα.
Χορόςσύ θην ἃ χρήιζεις, ταῦτ᾽ ἐπιγλωσσᾶι Διός.
Προμηθεύςἅπερ τελεῖται, πρὸς δ᾽ ἃ βούλομαι λέγω.
Χορός |
930 | καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;
Προμηθεύςκαὶ τῶνδέ γ᾽ ἕξει δυσλοφωτέρους πόνους.
Χορόςπῶς οὐχὶ ταρβεῖς τοιάδ᾽ ἐκρίπτων ἔπη;
Προμηθεύςτί δ᾽ ἂν φοβοίμην, ὧι θανεῖν οὐ μόρσιμον;
Χορόςἀλλ᾽ ἆθλον ἄν σοι τοῦδ᾽ ἔτ᾽ ἀλγίω πόροι.
Προμηθεύς |
935 | ὁ δ᾽ οὖν ποιείτω· πάντα προσδοκητά μοι.
Χορόςοἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.
Προμηθεύςσέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντ᾽ ἀεί.ἐμοὶ δ᾽ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον, |
940 | ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.ἀλλ᾽ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,τὸν τοῦ τυράννου τοῦ νέου διάκονον·πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.
Ἑρμῆςσὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον, |
945 | τὸν ἐξαμαρτόντ᾽ εἰς θεοὺς ἐφημέροιςπορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω·πατὴρ ἄνωγέ σ᾽ οὕστινας κομπεῖς γάμουςαὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους.καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως, |
950 | ἀλλ᾽ αὔθ᾽ ἕκαστα φράζε, μηδέ μοι διπλᾶςὁδούς, Προμηθεῦ, προσβάληις· ὁρᾶις δ᾽ ὅτιΖεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.
Προμηθεύςσεμνόστομός γε καὶ φρονήματος πλέωςὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου. |
955 | νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴναίειν ἀπενθῆ πέργαμ᾽· οὐκ ἐκ τῶνδ᾽ ἐγὼδισσοὺς τυράννους ἐκπεσόντας ἠισθόμην;τρίτον δὲ τὸν νῦν κοιρανοῦντ᾽ ἐπόψομαιαἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ |
960 | ταρβεῖν ὑποπτήσσειν τε τοὺς νέους θεούς;πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲκέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν·πεύσηι γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.
Ἑρμῆςτοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν |
965 | ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας.
Προμηθεύςτῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν,σαφῶς ἐπίστασ᾽, οὐκ ἂν ἀλλάξαιμ᾽ ἐγώ.
Ἑρμῆςκρεῖσσον γὰρ οἶμαι τῆιδε λατρεύειν πέτραιἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον.
Προμηθεύς |
970 | οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.
Ἑρμῆςχλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασιν.
Προμηθεύςχλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼἐχθροὺς ἴδοιμι· καὶ σὲ δ᾽ ἐν τούτοις λέγω.
Ἑρμῆςἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾶι;
Προμηθεύς |
975 | ἁπλῶι λόγωι τοὺς πάντας ἐχθαίρω θεούς,ὅσοι παθόντες εὖ κακοῦσί μ᾽ ἐκδίκως.
Ἑρμῆςκλύω σ᾽ ἐγὼ μεμηνότ᾽ οὐ σμικρὰν νόσον.
Προμηθεύςνοσοῖμ᾽ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.
Ἑρμῆςεἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς.
Προμηθεύς |
980 | ὤμοι.
Ἑρμῆςτόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται.
Προμηθεύςἀλλ᾽ ἐκδιδάσκει πάνθ᾽ ὁ γηράσκων χρόνος.
Ἑρμῆςκαὶ μὴν σύ γ᾽ οὔπω σωφρονεῖν ἐπίστασαι.
Προμηθεύςσὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ᾽ ὑπηρέτην.
Ἑρμῆςἐρεῖν ἔοικας οὐδὲν ὧν χρήιζει πατήρ.
Προμηθεύς |
985 | καὶ μὴν ὀφείλων γ᾽ ἂν τίνοιμ᾽ αὐτῶι χάριν.
Ἑρμῆςἐκερτόμησας δῆθεν ὡς παῖδ᾽ ὄντα με.
Προμηθεύςοὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδ᾽ ἀνούστερος,εἰ προσδοκᾶις ἐμοῦ τι πεύσεσθαι πάρα;οὐκ ἔστιν αἴκισμ᾽ οὐδὲ μηχάνημ᾽, ὅτωι |
990 | προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε,πρὶν ἂν χαλασθῆι δεσμὰ λυμαντήρια.πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ,λευκοπτέρωι δὲ νιφάδι καὶ βροντήμασινχθονίοις κυκάτω πάντα καὶ ταρασσέτω· |
995 | γνάμψει γὰρ οὐδὲν τῶνδέ μ᾽ ὥστε καὶ φράσαι,πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.
Ἑρμῆςὅρα νυν, εἴ σοι ταῦτ᾽ ἀρωγὰ φαίνεται.
Προμηθεύςὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε.
Ἑρμῆςτόλμησον, ὦ μάταιε, τόλμησόν ποτε |
1000 | πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν.
Προμηθεύςὀχλεῖς μάτην με κῦμ᾽ ὅπως παρηγορῶν.εἰσελθέτω σε μήποθ᾽, ὡς ἐγὼ Διὸςγνώμην φοβηθεὶς θηλύνους γενήσομαικαὶ λιπαρήσω τὸν μέγα στυγούμενον |
1005 | γυναικομίμοις ὑπτιάσμασιν χερῶνλῦσαί με δεσμῶν τῶνδε· τοῦ παντὸς δέω.
Ἑρμῆςλέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν·τέγγηι γὰρ οὐδὲν οὐδὲ μαλθάσσηι λιταῖςἐμαῖς, δακὼν δὲ στόμιον ὡς νεοζυγὴς |
1010 | πῶλος βιάζηι καὶ πρὸς ἡνίας μάχηι.ἀτὰρ σφοδρύνηι γ᾽ ἀσθενεῖ σοφίσματι·αὐθαδία γὰρ τῶι φρονοῦντι μὴ καλῶςαὐτὴ καθ᾽ αὑτὴν οὐδενὸς μεῖζον σθένει.σκέψαι δ᾽, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῆις λόγοις, |
1015 | οἷός σε χειμὼν καὶ κακῶν τρικυμίαἔπεισ᾽ ἄφυκτος. πρῶτα μὲν γὰρ ὀκρίδαφάραγγα βροντῆι καὶ κεραυνίαι φλογὶπατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμαςτὸ σόν, πετραία δ᾽ ἀγκάλη σε βαστάσει. |
1020 | μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνουἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ σοίπτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρωςδιαρταμήσει σώματος μέγα ῥάκος,ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος, |
1025 | κελαινόβρωτον δ᾽ ἧπαρ ἐκθοινήσεται.τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα,πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνωνφανῆι θελήσηι τ᾽ εἰς ἀναύγητον μολεῖνἍιδην κνεφαῖά τ᾽ ἀμφὶ Ταρτάρου βάθη. |
1030 | πρὸς ταῦτα βούλευ᾽, ὡς ὅδ᾽ οὐ πεπλασμένοςὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος·ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόματὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ. σὺ δὲπάπταινε καὶ φρόντιζε, μηδ᾽ αὐθαδίαν |
1035 | εὐβουλίας ἀμείνον᾽ ἡγήσηι ποτέ.
Χορόςἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεταιλέγειν· ἄνωγε γάρ σε τὴν αὐθαδίανμεθέντ᾽ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.πιθοῦ· σοφῶι γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.
Προμηθεύς |
1040 | εἰδότι τοί μοι τάσδ᾽ ἀγγελίαςὅδ᾽ ἐθώυξεν, πάσχειν δὲ κακῶςἐχθρὸν ὑπ᾽ ἐχθρῶν οὐδὲν ἀεικές.πρὸς ταῦτ᾽ ἐπ᾽ ἐμοὶ ῥιπτέσθω μὲνπυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ᾽ |
1045 | ἐρεθιζέσθω βροντῆι σφακέλωι τ᾽ἀγρίων ἀνέμων, χθόνα δ᾽ ἐκ πυθμένωναὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,κῦμα δὲ πόντου τραχεῖ ῥοθίωισυγχώσειεν τῶν οὐρανίων |
1050 | ἄστρων διόδους ἔς τε κελαινὸνΤάρταρον ἄρδην ῥίψειε δέμαςτοὐμὸν ἀνάγκης στερραῖς δίναις·πάντως ἐμέ γ᾽ οὐ θανατώσει.
Ἑρμῆςτοιάδε μέντοι τῶν φρενοπλήκτων |
1055 | βουλεύματ᾽ ἔπη τ᾽ ἔστιν ἀκοῦσαι·τί γὰρ ἐλλείπει μὴ παραπαίεινἡ τοῦδ᾽ εὐχή; τί χαλᾶι μανιῶν;ἀλλ᾽ οὖν ὑμεῖς γ᾽ αἱ πημοσύναιςσυγκάμνουσαι ταῖς τοῦδε τόπων |
1060 | μετά ποι χωρεῖτ᾽ ἐκ τῶνδε θοῶς,μὴ φρένας ὑμῶν ἠλιθιώσηιβροντῆς μύκημ᾽ ἀτέραμνον.
Χορόςἄλλο τι φώνει καὶ παραμυθοῦ μ᾽ὅ τι καὶ πείσεις· οὐ γὰρ δή που |
1065 | τοῦτό γε τλητὸν παρέσυρας ἔπος.πῶς με κελεύεις κακότητ᾽ ἀσκεῖν;μετὰ τοῦδ᾽ ὅ τι χρὴ πάσχειν ἐθέλω·τοὺς προδότας γὰρ μισεῖν ἔμαθον,κοὐκ ἔστι νόσος |
1070 | τῆσδ᾽ ἥντιν᾽ ἀπέπτυσα μᾶλλον.
Ἑρμῆςἀλλ᾽ οὖν μέμνησθ᾽ ἁγὼ προλέγω,μηδὲ πρὸς ἄτης θηραθεῖσαιμέμψησθε τύχην, μηδέ ποτ᾽ εἴπηθ᾽,ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον |
1075 | πῆμ᾽ εἰσέβαλεν, μὴ δῆτ᾽, αὐταὶ δ᾽ὑμᾶς αὐτάς· εἰδυῖαι γὰρκοὐκ ἐξαίφνης οὐδὲ λαθραίωςεἰς ἀπέρατον δίκτυον ἄτηςἐμπλεχθήσεσθ᾽ ὑπ᾽ ἀνοίας.
Προμηθεύς |
1080 | καὶ μὴν ἔργωι κοὐκέτι μύθωιχθὼν σεσάλευται,βρυχία δ᾽ ἠχὼ παραμυκᾶταιβροντῆς, ἕλικες δ᾽ ἐκλάμπουσιστεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν |
1085 | εἱλίσσουσιν, σκιρτᾶι δ᾽ ἀνέμωνπνεύματα πάντων εἰς ἄλληλαστάσιν ἀντίπνουν ἀποδεικνύμενα,ξυντετάρακται δ᾽ αἰθὴρ πόντωι·τοιάδ᾽ ἐπ᾽ ἐμοὶ ῥιπὴ Διόθεν |
1090 | τεύχουσα φόβον στείχει φανερῶς.ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντωναἰθὴρ κοινὸν φάος εἱλίσσων,ἐσορᾶις μ᾽ ὡς ἔκδικα πάσχω. |