BIBLIOTHECA AUGUSTANA

 

Xenophon

ca. 430 - ca. 355

 

Περὶ ἱππικῆς

 

Κεφάλαιον ιαʹ

 

___________________________________________________

 

 

 

[1] ν δέ τις ἄρα βουληθῆι καὶ πομπικῶι καὶ μετεώρωι καὶ λαμπρῶι ἵππωι χρήσασθαι, οὐ μάλα μὲν τὰ τοιαῦτα ἐκ παντὸς ἵππου γίγνεται, ἀλλὰ δεῖ ὑπάρξαι αὐτῶι καὶ τὴν ψυχὴν μεγαλόφρονα καὶ τὸ σῶμα εὔρωστον. [2] οὐ μέντοι ὅ γε οἴονταί τινες τὸν τὰ σκέλη ὑγρὰ ἔχοντα καὶ τὸ σῶμα αἴρειν δυνήσεσθαι, οὕτως ἔχει· ἀλλὰ μᾶλλον ὃς ἂν τὴν ὀσφῦν ὑγράν τε καὶ βραχεῖαν καὶ ἰσχυρὰν ἔχηι [καὶ οὐ τὴν κατ' οὐρὰν λέγομεν, ἀλλ' ἣ πέφυκε μεταξὺ τῶν πλευρῶν καὶ τῶν ἰσχίων κατὰ τὸν κενεῶνα], οὗτος δυνήσεται πόρρω ὑποτιθέναι τὰ ὀπίσθια σκέλη ὑπὸ τὰ ἐμπρόσθια. [3] ἢν οὖν τις ὑποτιθέντος αὐτοῦ ἀνακρούηι τῶι χαλινῶι, ὀκλάζει μὲν τὰ ὀπίσθια ἐν τοῖς ἀστραγάλοις, αἴρει δὲ τὸ πρόσθεν σῶμα, ὥστε τοῖς ἐξ ἐναντίας φαίνεσθαι τὴν γαστέρα καὶ τὰ αἰδοῖα. δεῖ δὲ καὶ ὅταν ταῦτα ποιῆι διδόναι αὐτῶι τὸν χαλινόν, ὅπως τὰ κάλλιστα ἵππου ἑκόντα ποιῆσαι δοκῆι τοῖς ὁρῶσιν. [4] εἰσὶ μέντοι οἳ καὶ ταῦτα διδάσκουσιν οἱ μὲν ῥάβδωι ὑπὸ τοὺς ἀστραγάλους κρούοντες, οἱ δὲ καὶ βακτηρίαι παρατρέχοντά τινα κελεύοντες ὑπὸ τὰς μηριαίας παίειν. [5] ἡμεῖς γε μέντοι τὸ κράτιστον τῶν διδασκαλίων νομίζομεν, ὥσπερ ἀεὶ λέγομεν, ἢν ἐν παντὶ παρέπηται τὸ ἐν ὧι ἂν ποιήσηι τῶι ἀναβάτηι κατὰ γνώμην τυγχάνειν ῥαιστώνης παρ' αὐτοῦ. [6] ἃ μὲν γὰρ ὁ ἵππος ἀναγκαζόμενος ποιεῖ, ὥσπερ καὶ Σίμων λέγει, οὔτ' ἐπίσταται οὔτε καλά ἐστιν οὐδὲν μᾶλλον ἢ εἴ τις ὀρχηστὴν μαστιγῶν καὶ κεντρίζων <ῥυθμίζοι>· πολὺ γὰρ ἂν πλείω ἀσχημονοίη ἢ καλὰ ποιοίη ὁ τοιαῦτα πάσχων καὶ ἵππος καὶ ἄνθρωπος. ἀλλὰ δεῖ ἁπὸ σημείων ἑκόντα πάντα τὰ κάλλιστα καὶ λαμπρότατα ἐπιδείκνυσθαι. [7] ἢν δὲ καί, ὅταν μὲν ἱππάζηται μέχρι, πολλοῦ ἱδρῶτος ἐλαύνηται, ὅταν δὲ καλῶς μετεωρίζηι ἑαυτόν, ταχύ τε καταβαίνηται καὶ ἀποχαλινῶται, εὖ χρὴ εἰδέναι ὅτι ἑκὼν εἶσιν εἰς τὸ μετεωρίζειν ἑαυτόν· [8] ἐπὶ τῶν τοιούτων δὴ ἱππαζόμενοι ἵππων καὶ θεοὶ καὶ ἥρωες γράφονται, καὶ ἄνδρες οἱ καλῶς χρώμενοι αὐτοῖς μεγαλοπρεπεῖς φαίνονται. [9] οὕτω δὲ καὶ ἔστιν ὁ μετεωρίζων ἑαυτὸν ἵππος σφόδρα [ἢ καλὸν ἢ δεινὸν ἢ] ἀγαστὸν [ἢ θαυμαστόν], ὡς πάντων τῶν ὁρώντων καὶ νέων καὶ γεραιτέρων τὰ ὄμματα κατέχειν. οὐδεὶς γοῦν οὔτε ἀπολείπει αὐτὸν οὔτε ἀπαγορεύει θεώμενος, ἔστ' ἄν περ ἐπιδεικνύηται τὴν λαμπρότητα. [10] ἤν γε μήν ποτε συμβῆι τινι τῶν τοιοῦτον ἵππον κεκτημένων ἢ φυλαρχῆσαι ἢ ἱππαρχῆσαι, οὐ δεῖ αὐτὸν τοῦτο σπουδάζειν, ὅπως αὐτὸς μόνος λαμπρὸς ἔσται, ἀλλὰ πολὺ μᾶλλον ὅπως ὅλον τὸ ἑπόμενον ἀξιοθέατον φανεῖται. [11] ἢν μὲν οὖν ἡγῆται [ὡς μάλιστα ἐπαινοῦσι τοὺς τοιούτους ἵππους,] ὃς ἂν ἀνωτάτω αἰρόμενος καὶ πυκνότατα τὸ σῶμα βραχύτατον προβαίνηι, δῆλον ὅτι καὶ βάδην ἕποιντ' ἂν οἱ ἄλλοι ἵπποι αὐτῶι. ἐκ δὲ ταύτης τῆς ὄψεως τί ἂν καὶ λαμπρὸν γένοιτ' ἄν; [12] ἢν δὲ ἐξεγείρας τὸν ἵππον ἡγῆι μήτε τῶι ἄγαν ταχεῖ μήτε τῶι ἄγαν βραδεῖ, ὡς δ' εὐθυμότατοι ἵπποι καὶ γοργότατοι καὶ [πονεῖν] εὐσχημονέστατοι γίγνονται, – ἐὰν ἡγῆι αὐτοῖς οὕτως, ἁθρόος μὲν <ἂν> ὁ κτύπος, ἁθρόον δὲ τὸ φρύαγμα καὶ τὸ φύσημα τῶν ἵππων συμπαρέποιτο, ὥστε οὐ μόνον αὐτὸς ἀλλὰ καὶ πάντες οἱ συμπαρεπόμενοι ἀξιοθέατοι ἂν φαίνοιντο.

[13] Ἤν γε μήν τις καλῶς μὲν ἱππωνήσηι, τρέφηι δὲ ὡς πόνους δύνασθαι ὑποφέρειν, ὀρθῶς δὲ χρῆται καὶ ἐν τοῖς πρὸς πόλεμον μελετήμασι καὶ ἐν ταῖς πρὸς ἐπίδειξιν ἱππασίαις καὶ ἐν τοῖς πολεμικοῖς ἀγωνίσμασι, τί ἔτι ἐμποδὼν τούτωι μὴ οὐχὶ πλείονός τε ἀξίους ἵππους ποιεῖν ἢ οἵους ἂν παραλαμβάνηι, καὶ εὐδοκίμους μὲν ἵππους ἔχειν, εὐδοκιμεῖν δὲ αὐτὸν ἐν τῆι ἱππικῆι, ἢν μή τι δαιμόνιον κωλύηι;