Xenophon
ca. 430 - ca. 355
Περὶ ἱππικῆς
Κεφάλαιον ιβʹ
|
|
___________________________________________________
|
|
[1] Γράψαι δὲ βουλόμεθα καὶ ὡς δεῖ ὡπλίσθαι τὸν μέλλοντα ἐφ' ἵππου κινδυνεύειν. πρῶτον μὲν τοίνυν φαμὲν χρῆναι πρὸς τὸ σῶμα τὸν θώρακα πεποιῆσθαι. τὸν μὲν γὰρ καλῶς ἁρμόττοντα [ἐκεῖνον] φέρει τὸ σῶμα, τὸν δὲ ἄγαν χαλαρὸν οἱ ὦμοι μόνοι φέρουσιν. ὅ γε μὴν λίαν στενὸς δεσμός, οὐχ ὅπλον ἐστίν. [2] ἐπεὶ δὲ καὶ ὁ αὐχήν ἐστι τῶν καιρίων, φαμὲν χρῆναι καὶ τούτωι ἐξ αὐτοῦ τοῦ θώρακος ὅμοιον τῶι αὐχένι στέγασμα πεποιῆσθαι. τοῦτο γὰρ ἅμα κόσμον τε παρέξει καί, ἢν οἷον δεῖ εἰργασμένον ἦι, δέξεται ὅταν βούληται τῶι ἀναβάτηι τὸ πρόσωπον μέχρι τῆς ῥινός. [3] κράνος γε μὴν κράτιστον εἶναι νομίζομεν τὸ βοιωτιουργές· τοῦτο γὰρ αὖ στεγάζει μάλιστα πάντα τὰ ὑπερέχοντα τοῦ θώρακος, ὁρᾶν δὲ οὐ κωλύει. ὁ δ' αὖ θώραξ οὕτως εἰργάσθω ὡς μὴ κωλύειν μήτε καθίζειν μήτ' ἐπικύπτειν. [4] τὰ δὲ περὶ τὸ ἦτρον καὶ τὰ αἰδοῖα [καὶ τὰ] κύκλωι αἱ πτέρυγες τοσαῦται καὶ τοιαῦται ἔστωσαν ὥστε στέγειν τὰ βέλη. [5] ἐπεὶ δὲ καὶ ἡ ἀριστερὰ χεὶρ ἤν τι πάθηι, καταλύει τὸν ἱππέα, καὶ ταύτηι ἐπαινοῦμεν τὸ ηὑρημένον ὅπλον τὴν χεῖρα καλουμένην. τόν τε γὰρ ὦμον σκεπάζει καὶ τὸν βραχίονα καὶ τὸν πῆχυν καὶ τὸ ἐχόμενον τῶν ἡνιῶν, καὶ ἐκτείνεται δὲ καὶ συγκάμπτεται· πρὸς δὲ τούτοις καὶ τὸ διαλεῖπον τοῦ θώρακος ὑπὸ τῆι μασχάληι καλύπτει. [6] τήν γε μὴν δεξιὰν ἐπαίρειν δεῖ, ἤν τε ἀκοντίσαι ἤν τε πατάξαι βουληθῆι. τοῦ μὲν δὴ θώρακος τὸ κωλῦον ταύτηι ἀφαιρετέον· ἀντὶ δὲ τούτου πτέρυγας ἐν τοῖς γιγγλύμοις προσθετέον ὅπως, ὅταν μὲν διαίρηται, ὁμοίως ἀναπτύσσωνται, ὅταν δὲ καταίρηται, ἐπικλείωνται. [7] τῶι γε μὴν βραχίονι τὸ ὥσπερ κνημὶς παρατιθέμενον βέλτιον ἡμῖν δοκεῖ εἶναι ἢ συνδεθὲν <τῶι> ὅπλωι. τό γε μὴν ψιλούμενον αἰρομένης τῆς δεξιᾶς στεγαστέον ἐγγὺς τοῦ θώρακος ἢ μοσχείωι ἢ χαλκείωι· εἰ δὲ μή, ἐν τῶι ἐπικαιροτάτωι ἀφύλακτον ἔσται.[8] Ἐπεὶ δ' ἤνπερ τι πάσχηι ὁ ἵππος, ἐν παντὶ κινδύνου καὶ ὁ ἀναβάτης γίγνεται, ὁπλίζειν δεῖ καὶ τὸν ἵππον προμετωπιδίωι καὶ προστερνιδίωι καὶ παραμηριδίοις· ταῦτα γὰρ ἅμα καὶ τῶι ἀναβάτηι παραμηρίδια γίγνεται. πάντων δὲ μάλιστα τοῦ ἵππου τὸν κενεῶνα δεῖ σκεπάζειν· καιριώτατον γὰρ ὂν καὶ ἀφαυρότατόν ἐστι· δυνατὸν δὲ σὺν τῶι ἐφιππίωι καὶ αὐτὸν σκεπάσαι. [9] χρὴ δὲ καὶ τὸ ἔποχον τοιοῦτον ἐρράφθαι ὡς ἀσφαλέστερόν τε τὸν ἱππέα καθῆσθαι καὶ τὴν ἕδραν τοῦ ἵππου μὴ σίνεσθαι. καὶ τὰ μὲν δὴ ἄλλα οὕτω καὶ ὁ ἵππος καὶ ὁ ἱππεὺς ὡπλισμένοι ἂν εἶεν. [10] κνῆμαι δὲ καὶ πόδες ὑπερέχοιεν μὲν ἂν εἰκότως τῶν παραμηριδίων, ὁπλισθείη δ' ἂν καὶ ταῦτα, εἰ ἐμβάδες γένοιντο σκύτους, ἐξ οὗπερ αἱ κρηπῖδες ποιοῦνται· οὕτω γὰρ ἂν ἅμα ὅπλον τε κνήμαις καὶ ποσὶν ὑποδήματ' ἂν εἴη.[11] Ὡς μὲν δὴ μὴ βλάπτεσθαι θεῶν ἵλεων ὄντων ταῦτα ὅπλα. ὡς δὲ τοὺς ἐναντίους βλάπτειν, μάχαιραν μὲν μᾶλλον ἢ ξίφος ἐπαινοῦμεν· ἐφ' ὑψηλοῦ γὰρ ὄντι τῶι ἱππεῖ κοπίδος μᾶλλον ἡ πληγὴ ἢ ξίφους ἀρκέσει. [12] ἀντί γε μὴν δόρατος καμακίνου, ἐπειδὴ καὶ ἀσθενὲς καὶ δύσφορόν ἐστι, τὰ κρανέϊνα δύο παλτὰ μᾶλλον ἐπαινοῦμεν. καὶ γὰρ ἐξαφεῖναι τὸ ἕτερον δυνατὸν τῶι ἐπισταμένωι, καὶ τῶι λειπομένωι οἷόν τε χρῆσθαι καὶ εἰς τὸ ἀντίον καὶ εἰς τὰ πλάγια καὶ εἰς τοὔπισθεν· καὶ ἅμα ἰσχυρότερά τε τοῦ δόρατος καὶ εὐφορώτερά ἐστιν.[13] Ἀκόντισμά γε μὴν τὸ μακρότατον ἐπαινοῦμεν· καὶ γὰρ ἀποστρέψαι καὶ μεταλαβεῖν παλτὸν οὕτω μᾶλλον ὁ χρόνος ἐγχωρεῖ. γράψομεν δὲ ἐν βραχεῖ καὶ ὡς ἄν τις κράτιστα ἀκοντίζοι. ἢν γὰρ προβαλλόμενος μὲν τὰ ἀριστερά, ἐπανάγων δὲ τὰ δεξιά, ἐξανιστάμενος δὲ ἐκ τῶν μηρῶν, μικρὸν ἐπανακύπτουσαν τὴν λόγχην ἀφῆι, οὕτω σφοδρότατόν τε καὶ μακρότατον οἴσεται τὸ ἀκόντιον, εὐστοχώτατον μέντοι, ἐὰν κατὰ τὸν σκοπὸν ἀφιεμένη ἀεὶ ὁρᾶι ἡ λόγχη. [14] καὶ ταῦτα μὲν δὴ ἰδιώτηι καὶ ὑπομνήματα καὶ μαθήματα καὶ μελετήματα γεγράφθω ἡμῖν. ἃ δὲ ἱππάρχωι προσῆκεν εἰδέναι τε καὶ πράττειν ἐν ἑτέρωι λόγωι δεδήλωται. |