BIBLIOTHECA AUGUSTANA

 

Xenophon

ca. 430 - ca. 355

 

Περὶ ἱππικῆς

 

Κεφάλαιον ιʹ

 

___________________________________________________

 

 

 

[1] ν δέ τίς ποτε βουληθῆι χρῆσθαι τῶι χρησίμωι εἰς πόλεμον ἵππωι ὡς μεγαλοπρεπεστέρωι τε καὶ περιβλεπτοτέρωι ἱππάζεσθαι, τοῦ μὲν ἕλκειν τε τὸ στόμα τῶι χαλινῶι καὶ μυωπίζειν τε καὶ μαστιγοῦν τὸν ἵππον, ἃ οἱ πολλοὶ ποιοῦντες λαμπρύνειν οἴονται, ἀπέχεσθαι δεῖ· πάντα γὰρ τἀναντία οὗτοί γε ποιοῦσιν ὧν βούλονται. [2] τά τε γὰρ στόματα ἕλκοντες ἄνω ἀντὶ τοῦ προορᾶν ἐκτυφλοῦσι τοὺς ἵππους καὶ μυωπίζοντες καὶ παίοντες ἐκπλήττουσιν, ὡς τεταράχθαι καὶ κινδυνεύειν. ταῦτα δ' ἐστὶν ἵππων ἔργα τῶν μάλιστα ἀχθομένων ἱππασίαι καὶ αἰσχρὰ καὶ οὐ καλὰ ποιούντων. [3] ἐὰν δέ τις διδάξηι τὸν ἵππον ἐν χαλαρῶι μὲν τῶι χαλινῶι ἱππεύειν, ἄνω δὲ τὸν αὐχένα αἴρειν, ἀπὸ δὲ τῆς κεφαλῆς κυρτοῦσθαι, οὕτως ἂν ἀπεργάζοιτο ποιεῖν τὸν ἵππον οἵοισπερ καὶ αὐτὸς ἥδεταί τε καὶ ἀγάλλεται. [4] τεκμήριον δὲ ὅτι τούτοις ἥδεται· ὅταν γὰρ αὐτὸς σχηματοποιεῖσθαι θέληι παρ' ἵππους, μάλιστα δὲ ὅταν παρὰ θηλείας, τότε αἴρει τε τὸν αὐχένα ἄνω καὶ κυρτοῖ μάλιστα τὴν κεφαλὴν γοργούμενος, καὶ τὰ μὲν σκέλη ὑγρὰ μετεωρίζει, τὴν δὲ οὐρὰν ἄνω ἀνατείνει. [5] ὅταν οὖν τις αὐτὸν εἰς ταῦτα προάγηι ἅπερ αὐτὸς σχηματοποιεῖται, ὅταν μάλιστα καλλωπίζηται, οὕτως ἡδόμενόν τε τῆι ἱππασίαι καὶ μεγαλοπρεπῆ καὶ γοργὸν καὶ περίβλεπτον ἀποφαίνει τὸν ἵππον. ὡς οὖν ἡγούμεθα ταῦτ' ἂν ἀπεργασθῆναι νῦν αὖ πειρασόμεθα διηγεῖσθαι.

[6] Πρῶτον μὲν τοίνυν χρὴ οὐ μεῖον δυοῖν χαλινοῖν κεκτῆσθαι. τούτων δὲ ἔστω ὁ μὲν λεῖος, τοὺς τροχοὺς εὐμεγέθεις ἔχων, ὁ δ' ἕτερος τοὺς μὲν τροχοὺς καὶ βαρεῖς καὶ ταπεινούς, τοὺς δ' ἐχίνους ὀξεῖς, ἵνα, ὁπόταν μὲν τοῦτον λάβηι, ἀσχάλλων τῆι τραχύτητι διὰ τοῦτο ἀφίηι, ὅταν δὲ τὸν λεῖον μεταλάβηι, τῆι μὲν λειότητι αὐτοῦ ἡσθῆι, ἃ δ' ἂν ὑπὸ τοῦ τραχέος παιδευθῆι, ταὐτὰ δὲ καὶ ἐν τῶι λείωι ποιῆι. [7] ἢν δ' αὖ καταφρονήσας τῆς λειότητος θαμινὰ ἀπερείδηται ἐν αὐτῶι, τούτου ἕνεκα τοὺς τροχοὺς μεγάλους τῶι λείωι προστίθεμεν, ἵνα χάσκειν ἀναγκαζόμενος ὑπ' αὐτῶν ἀφίηι τὸ στόμιον. οἷόν τε δὲ καὶ τὸν τραχὺν παντοδαπὸν ποιεῖν καὶ κατειλοῦντα καὶ κατατείνοντα. ὁποῖοι δ' ἂν ὦσι χαλινοί, πάντες ὑγροὶ ἔστωσαν. [8] τὸν μὲν γὰρ σκληρόν, ὅπηι ἂν ὁ ἵππος λάβηι, ὅλον ἔχει πρὸς ταῖς γνάθοις, ὥσπερ καὶ ὀβελίσκον, ὁπόθεν ἄν τις λάβηι, ὅλον αἴρει. [9] ὁ δὲ ἕτερος ὥσπερ ἡ ἅλυσις ποιεῖ· ὃ γὰρ ἂν ἔχηι τις αὐτοῦ, τοῦτο μόνον ἄκαμπτον μένει, τὸ δὲ ἄλλο ἀπήρτηται. τὸ δὲ φεῦγον ἐν τῶι στόματι ἀεὶ θηρεύων ἀφίησιν ἀπὸ τῶν γνάθων τὸ στόμιον· τούτου ἕνεκα καὶ οἱ κατὰ μέσον ἐκ τῶν ἀξόνων δακτύλιοι κρεμάννυνται, ὅπως τούτους διώκων τῆι τε γλώττηι καὶ τοῖς ὀδοῦσιν ἀμελῆι τοῦ ἀναλαμβάνειν πρὸς τὰς γνάθους τὸν χαλινόν. [10] εἰ δέ τις ἀγνοεῖ, τί τὸ ὑγρὸν τοῦ χαλινοῦ καὶ τί τὸ σκληρόν, γράψομεν καὶ τοῦτο. ὑγρὸν μὲν γάρ ἐστιν ὅταν οἱ ἄξονες εὐρείας καὶ λείας ἔχωσι τὰς συμβολάς, ὥστε ῥαιδίως κάμπτεσθαι· καὶ πάντα δὲ ὁπόσα περιτίθεται περὶ τοὺς ἄξονας ἢν εὐρύστομα ἦι καὶ μὴ σύμπυκνα, ὑγρότερά ἐστιν. [11] ἢν δὲ χαλεπῶς ἕκαστα τοῦ χαλινοῦ διατρέχηι καὶ συνθέηι, τοῦτ' ἐστὶ τὸ σκληρὸν εἶναι. ὁποῖος δ' ἄν τις ἦι, τούτωι τάδε γε πάντα ταὐτὰ ποιητέον, ἤνπερ γε βούληται ἀποδείξασθαι τὸν ἵππον οἷονπερ εἴρηται· [12] ἀνακρουστέον μὲν τὸ στόμα τοῦ ἵππου οὔτε ἄγαν χαλεπῶς ὥστ' ἐκνεύειν, οὔτε ἄγαν ἡσύχως ὡς μὴ αἰσθάνεσθαι· ἐπειδὰν δὲ ἀνακρουόμενος αἴρηι τὸν αὐχένα, δοτέον εὐθὺς τὸν χαλινόν. καὶ τἆλλα δὲ δεῖ, ὥσπερ οὐ παυόμεθα λέγοντες, ἐν ὧι ἂν καλῶς ὑπηρετῆι, χαρίζεσθαι τῶι ἵππωι. [13] καὶ ὅταν δ' αἴσθηται ἡδόμενον τὸν ἵππον τῆι τε ὑψαυχενίαι καὶ τῆι χαλαρότητι, ἐν τούτωι οὐδὲν δεῖ χαλαπὸν προσφέρειν ὡς πονεῖν ἀναγκάζοντα, ἀλλὰ θωπεύειν ὡς ἱππάσασθαι βουλόμενον· οὕτω γὰρ μάλιστα θαρρῶν πρόεισιν εἰς τὴν ταχεῖαν ἱππασίαν. [14] ὡς δὲ καὶ τῶι ταχὺ θεῖν ἵππος ἥδεται τεκμήριον· ἐκφυγὼν γὰρ οὐδεὶς βάδην πορεύεται, ἀλλὰ θεῖ. τούτωι γὰρ πέφυκεν ἥδεσθαι, ἢν μή τις πλείω τοῦ καιροῦ θεῖν ἀναγκάζηι· ὑπερβάλλον δὲ τὸν καιρὸν οὐδὲν τῶν πάντων ἡδὺ οὔτε ἵππωι οὔτε ἀνθρώπωι. [15] ὅταν γε μὴν εἰς τὸ ἱππάζεσθαι μετὰ τοῦ κυδροῦ ἀφιγμένος ἦι, εἰθισμένος μὲν δήπου ἡμῖν ἦν ἐν τῆι πρώτηι ἱππασίαι ἐκ τῶν στροφῶν εἰς τὸ θᾶττον ὁρμᾶσθαι. ἢν δέ τις τοῦτο [μὲν] μεμαθηκότος αὐτοῦ ἅμα ἀντιλαμβάνηταί τε τῶι χαλινῶι καὶ σημήνηι τῶν ὁρμητηρίων τι, οὕτως ὑπὸ μὲν τοῦ χαλινοῦ πιεσθείς, ὑπὸ δὲ τοῦ ὁρμᾶν σημανθῆναι ἐγερθείς, [καὶ] προβάλλεται μὲν τὰ στέρνα, αἴρει δὲ ἄνω τὰ σκέλη ὀργιζόμενος, οὐ μέντοι ὑγρά γε· οὐ γὰρ μάλα ὅταν λυπῶνται ὑγροῖς τοῖς σκέλεσιν ἵπποι χρῶνται. [16] ἢν δέ τις οὕτως ἀνεζωπυρημένωι αὐτῶι δῶι τὸν χαλινόν, ἐνταῦθ' ὑφ' ἡδονῆς τῶι διὰ τὴν χαλαρότητα τοῦ στομίου λελύσθαι νομίζειν, κυδρῶι μὲν τῶι σχήματι, ὑγροῖν δὲ τοῖν σκελοῖν γαυριώμενος φέρεται, παντάπασιν ἐκμιμούμενος τὸν πρὸς ἵππους καλλωπισμόν. [17] καὶ οἱ θεώμενοι τὸν ἵππον τοιοῦτον ἐπικαλοῦσιν ἐλευθέριόν τε καὶ ἐθελουργὸν καὶ ἱππαστὴν καὶ θυμοειδῆ καὶ σοβαρὸν καὶ ἅμα ἡδύν τε καὶ γοργὸν ἰδεῖν. καὶ ταῦτα μὲν δή, ἢν τούτων τις ἐπιθυμήσηι, μέχρι τούτων ἡμῖν γεγράφθω.