BIBLIOTHECA AUGUSTANA

 

Xenophon

ca. 430 - ca. 355

 

Περὶ ἱππικῆς

 

Κεφάλαιον ζʹ

 

___________________________________________________

 

 

 

[1] ταν γε μὴν παραδέξηται τὸν ἵππον ὡς ἀναβησόμενος, νῦν αὖ γράψομεν ὅσα ποιῶν ὁ ἱππεὺς καὶ ἑαυτῶι καὶ τῶι ἵππωι ὠφελιμώτατος ἂν ἐν τῆι ἱππικῆι εἴη. πρῶτον μὲν τοίνυν τὸν ῥυταγωγέα χρὴ ἐκ τῆς ὑποχαλινιδίας ἢ ἐκ τοῦ ψαλίου ἠρτημένον εὐτρεπῆ εἰς τὴν ἀριστερὰν χεῖρα λαβεῖν, καὶ οὕτω χαλαρὸν ὡς μήτ' ἂν [ἀνιὼν] τῶν τριχῶν παρὰ τὰ ὦτα λαβόμενος μέλληι ἀναβήσεσθαι μήτ' ἂν ἀπὸ δόρατος ἀναπηδᾶι, σπᾶν τὸν ἵππον. τῆι δεξιᾶι δὲ τὰς ἡνίας παρὰ τὴν ἀκρωμίαν λαμβανέτω ὁμοῦ τῆι χαίτηι, ὅπως μηδὲ καθ' ἕνα τρόπον ἀναβαίνων σπάσηι τῶι χαλινῶι τὸ στόμα τοῦ ἵππου. [2] ἐπειδὰν δὲ ἀνακουφίσηι ἑαυτὸν εἰς τὴν ἀνάβασιν, τῆι μὲν ἀριστερᾶι ἀνιμάτω τὸ σῶμα, τὴν δὲ δεξιὰν ἐκτείνων συνεπαιρέτω ἑαυτόν [οὕτω γὰρ ἀναβαίνων οὐδὲ ὄπισθεν αἰσχρὰν θέαν παρέξει συγκεκαμμένωι τῶι σκέλει], καὶ μηδὲ τὸ γόνυ ἐπὶ τὴν ῥάχιν τοῦ τιθέτω ἵππου, ἀλλ' ὑπερβησάτω ἐπὶ τὰς δεξιὰς πλευρὰς τὴν κνήμην. ὅταν δὲ περιενέγκηι τὸν πόδα, τότε καὶ τὼ γλουτὼ καθέτω ἐπὶ τὸν ἵππον. [3] ἢν δὲ τύχηι ὁ ἱππεὺς τῆι μὲν ἀριστερᾶι ἄγων τὸν ἵππον, τῆι δὲ δεξιᾶι τὸ δόρυ ἔχων, ἀγαθὸν μὲν ἡμῖν δοκεῖ εἶναι τὸ καὶ ἐκ τῶν δεξιῶν μελετῆσαι ἀναπηδᾶν. μαθεῖν δ' οὐδὲν δεῖ ἄλλο ἢ ἃ μὲν τότε τοῖς δεξιοῖς τοῦ σώματος ἐποίει τοῖς ἀριστεροῖς ποιεῖν, ἃ δὲ τότε τοῖς ἀριστεροῖς τοῖς δεξιοῖς. [4] τούτου δ' ἕνεκεν καὶ ταύτην ἐπαινοῦμεν τὴν ἀνάβασιν, ὅτι ἅμα τε ἀναβεβηκὼς ἂν εἴη καὶ κατεσκευασμένος πάντα, εἴ τι δέοι ἐξαίφνης πρὸς πολεμίους ἀγωνίζεσθαι. [5] ἐπειδάν γε μὴν καθέζηται ἐάν τε ἐπὶ ψιλοῦ ἐάν τε ἐπὶ τοῦ ἐφιππίου, οὐ τὴν ὥσπερ ἐπὶ [τοῦ] δίφρου ἕδραν ἐπαινοῦμεν, ἀλλὰ τὴν ὥσπερ εἰ ὀρθὸς ἂν διαβεβηκὼς εἴη τοῖν σκελοῖν. τοῖν τε γὰρ μηροῖν οὕτως ἂν ἔχοιτο μᾶλλον τοῦ ἵππου, καὶ ὀρθὸς ὢν ἐρρωμενεστέρως ἂν δύναιτο καὶ ἀκοντίσαι καὶ πατάξαι ἀπὸ τοῦ ἵππου, [6] εἰ δέοι. χρὴ δὲ καὶ χαλαρὰν ἀπὸ τοῦ γόνατος ἀφεῖσθαι τὴν κνήμην σὺν τῶι ποδί. σκληρὸν μὲν γὰρ ἔχων τὸ σκέλος εἰ προσκόψειέ τωι, προσκεκλασμένος ἂν εἴη· ὑγρὰ δὲ οὖσα ἡ κνήμη, εἴ τι καὶ προσπίπτοι αὐτῆι, ὑπείκοι ἂν καὶ τὸν μηρὸν οὐδὲν μετακινοίη. [7] δεῖ δὲ τὸν ἱππέα καὶ τὸ ἄνωθεν τῶν ἑαυτοῦ ἰσχίων σῶμα ὡς ὑγρότατον ἐθίζειν εἶναι. οὕτω γὰρ ἂν πονεῖν τε ἔτι μᾶλλον δύναιτο καὶ εἰ ἕλκοι τις αὐτὸν ἢ ὠθοίη ἧττον ἂν σφάλλοιτο. [8] ἐπειδάν γε μὴν καθέζηται, πρῶτον μὲν ἠρεμεῖν δεῖ διδάσκειν τὸν ἵππον, ἕως ἂν καὶ ὑποσπάσηται, ἤν τι δέηται, καὶ ἡνίας ἰσώσηται καὶ δόρυ λάβηι ὡς ἂν εὐφορώτατον εἴη· ἔπειτα δὲ ἐχέτω τὸν ἀριστερὸν βραχίονα πρὸς ταῖς πλευραῖς· οὕτω γὰρ εὐσταλέστατός τε ὁ ἱππεὺς ἔσται καὶ ἡ χεὶρ ἐγκρατεστάτη. [9] ἡνίας γε μὴν ἐπαινοῦμεν ὁποῖαι ἴσαι τέ εἰσι καὶ μὴ ἀσθενεῖς μηδὲ ὀλισθηραὶ μηδὲ παχεῖαι, ἵνα καὶ τὸ δόρυ ὅταν δέηι δέχεσθαι ἡ χεὶρ δύνηται.

[10] Ὅταν δὲ προχωρεῖν σημήνηι τῶι ἵππωι, βάδην μὲν ἀρχέσθω· τοῦτο γὰρ ἀταρακτότατον. ἡνιοχείτω δέ, ἢν μὲν κυφαγωγότερος ἦι ὁ ἵππος, ἀνωτέρω ταῖς χερσίν, ἢν δὲ μᾶλλον ἀνακεκυφώς, κατωτέρω· οὕτω γὰρ ἂν μάλιστα κοσμοίη τὸ σχῆμα. [11] μετὰ δὲ ταῦτα τὸν αὐτοφυᾶ διατροχάζων διαχαλώιη τ' ἂν ἀλυπότατα τὸ σῶμα καὶ εἰς τὸ ἐπιρραβδοφορεῖν ἥδιστ' ἂν ἀφικνοῖτο. ἐπείπερ δὲ καὶ ἀπὸ τῶν ἀριστερῶν ἄρχεσθαι εὐδοκιμώτερον, ὧδ' ἂν μάλιστα ἀπὸ τούτων ἄρχοιτο, εἰ διατροχάζοντος μέν, ὁπότε ἐμβαίνοι τῶι δεξιῶι, τότε σημαίνοι τῶι ἵππωι τὸ ἐπιρραβδοφορεῖν. [12] τὸ γὰρ ἀριστερὸν μέλλων αἴρειν ἐκ τούτου ἂν ἄρχοιτο, καὶ ὁπότε ἐπὶ τὰ εὐώνυμα ἀναστρέφοι, τότε καὶ τῆς ἐπισκελίσεως ἄρχοιτο. καὶ γὰρ πέφυκεν ὁ ἵππος εἰς μὲν τὰ δεξιὰ στρεφόμενος τοῖς δεξιοῖς ἀφηγεῖσθαι, εἰς εὐώνυμα δὲ τοῖς ἀριστεροῖς. [13] Ἱππασίαν δ' ἐπαινοῦμεν τὴν πέδην καλουμένην· ἐπ' ἀμφοτέρας γὰρ τὰς γνάθους στρέφεσθαι ἐθίζει. καὶ τὸ μεταβάλλεσθαι δὲ τὴν ἱππασίαν ἀγαθόν, ἵνα ἀμφότεραι αἱ γνάθοι καθ' ἑκάτερον τῆς ἱππασίας ἰσάζωνται.

[14] ἐπαινοῦμεν δὲ καὶ τὴν ἑτερομήκη πέδην μᾶλλον τῆς κυκλοτεροῦς. ἥδιον μὲν γὰρ οὕτως ἂν στρέφοιτο ὁ ἵππος ἤδη πλήρης ὢν τοῦ εὐθέος, καὶ τό τε ὀρθοδρομεῖν καὶ τὸ ἀποκάμπτειν ἅμα μελετώιη ἄν. [15] δεῖ δὲ καὶ ὑπολαμβάνειν ἐν ταῖς στροφαῖς· οὐ γὰρ ῥάιδιον τῶι ἵππωι οὐδ' ἀσφαλὲς ἐν τῶι τάχει ὄντα κάμπτειν ἐν μικρῶι, ἄλλως τε κἂν ἀπόκροτον ἢ ὀλισθηρὸν ἦι τὸ χωρίον. [16] ὅταν γε μὴν ὑπολαμβάνηι, ὡς ἥκιστα μὲν χρὴ τὸν ἵππον πλαγιοῦν τῶι χαλινῶι, ὡς ἥκιστα δ' αὐτὸν πλαγιοῦσθαι· εἰ δὲ μή, εὖ χρὴ εἰδέναι ὅτι μικρὰ πρόφασις ἀρκέσει κεῖσθαι καὶ αὐτὸν καὶ τὸν ἵππον. [17] ἐπειδάν γε μὴν ἐκ τῆς στροφῆς εἰς τὸ εὐθὺ βλέπηι ὁ ἵππος, ἐν τούτωι πρὸς τὸ θᾶττον αὐτὸν ὁρμάτω. δῆλον γὰρ ὅτι καὶ ἐν τοῖς πολέμοις αἱ στροφαί εἰσι τοῦ διώκειν ἢ τοῦ ἀποχωρεῖν ἕνεκα. ἀγαθὸν οὖν τὸ στραφέντα ταχύνειν μελετᾶν. [18] ὅταν δὲ ἱκανῶς ἤδη δοκῆι τὸ γυμνάσιον τῶι ἵππωι ἔχειν, ἀγαθὸν καὶ διαναπαύσαντα ὁρμῆσαι αὖθις ἐξαίφνης εἰς τὸ τάχιστον, καὶ ἀφ' ἵππων μέντοι, μὴ πρὸς ἵππους· καὶ ἐκ τοῦ ταχέος αὖ ὡς ἐγγυτάτω ἠρεμίζειν, καὶ ἐκ τοῦ ἑστάναι δὲ στρέψαντα [δεῖ] πάλιν ὁρμᾶν· πρόδηλον γὰρ ὅτι ἔσται ποτὲ ὅτε ἑκατέρου τούτων δεήσει· [19] ὅταν γε μὴν καταβαίνειν ἤδη καιρὸς ἦι, μήτε ἐν ἵπποις ποτὲ καταβαίνειν μήτε παρὰ σύστασιν ἀνθρώπων μήτ' ἔξω τῆς ἱππασίας, ἀλλ' ὅπουπερ καὶ πονεῖν ἀναγκάζεται ὁ ἵππος, ἐνταῦθα καὶ τῆς ῥαιστώνης τυγχανέτω.