BIBLIOTHECA AUGUSTANA

 

Xenophon

ca. 430 - ca. 355

 

Περὶ ἱππικῆς

 

Κεφάλαιον ηʹ

 

___________________________________________________

 

 

 

[1] πείπερ δὲ ἔστιν ὅπου τρέχειν δεήσει τὸν ἵππον καὶ πρανῆ καὶ ὄρθια καὶ πλάγια, ἔστι δ' ὅπου διαπηδᾶν, ἔστι δ' ὅπου καὶ ἐκπηδᾶν, ἔνθα δὲ καθάλλεσθαι, καὶ ταῦτα πάντα διδάσκειν τε δεῖ καὶ μελετᾶν καὶ αὑτὸν καὶ τὸν ἵππον. οὕτω γὰρ ἂν σωτήριοί τε εἶεν ἀλλήλοις καὶ καθόλου χρησιμώτεροι ἂν δοκοῖεν εἶναι. [2] εἰ δέ τις διλογεῖν ἡμᾶς οἴεται, ὅτι περὶ τῶν αὐτῶν λέγομεν νῦν τε καὶ πρόσθεν, οὐ διλογία ταῦτ' ἐστίν. ὅτε μὲν γὰρ ἐωνεῖτο, πειρᾶσθαι ἐκελεύομεν εἰ δύναιτο ὁ ἵππος ταῦτα ποιεῖν· νῦν δὲ διδάσκειν φαμὲν χρῆναι τὸν ἑαυτοῦ καὶ γράψομεν ὡς δεῖ διδάσκειν. [3] τὸν μὲν γὰρ παντάπασιν ἄπειρον τοῦ διαπηδᾶν λαβόντα δεῖ τοῦ ἀγωγέως καταβεβλημένου προδιαβῆναι αὐτὸν τὴν τάφρον, ἔπειτα δὲ ἐντείνειν δεῖ τῶι ἀγωγεῖ ὡς διάλληται. [4] ἢν δὲ μὴ ἐθέληι, ἔχων τις μάστιγα ἢ ῥάβδον ἐμβαλέτω ὡς ἰσχυρότατα· καὶ οὕτως ὑπεραλεῖται οὐ τὸ μέτρον, ἀλλὰ πολὺ πλέον τοῦ καιρίου· καὶ τὸ λοιπὸν οὐδὲν δεήσει παίειν, ἀλλ' ἢν μόνον ἴδηι ὄπισθέν τινα ἐπελθόντα, ἁλεῖται. [5] ἐπειδὰν δὲ οὕτω διαπηδᾶν ἐθισθῆι, καὶ ἀναβεβηκὼς ἐπαγέτω τὸ μὲν πρῶτον μικράς, ἔπειτα δὲ καὶ μείζους. ὅταν δὲ μέλληι πηδᾶν, παισάτω αὐτὸν τῶι μύωπι. ὡσαύτως δὲ καὶ τὸ ἀναπηδᾶν καὶ τὸ καταπηδᾶν διδάσκειν παίσαντα τῶι μύωπι. ἁθρόωι γὰρ τῶι σώματι ταῦτα πάντα ποιῶν καὶ ἑαυτῶι ὁ ἵππος καὶ τῶι ἀναβάτηι ἀσφαλέστερον ποιήσει μᾶλλον ἢ ἂν ἐκλείπηι τὰ ὄπισθεν ἢ διαπηδῶν ἢ ἀνορούων ἢ καθαλλόμενος. [6] εἴς γε μὴν τὸ κάταντες πρῶτον χρὴ ἐν μαλακῶι χωρίωι διδάσκειν, καὶ τελευτῶν, ἐπειδὰν τοῦτο ἐθισθῆι, πολὺ ἥδιον τὸ πρανὲς τοῦ ὀρθίου δραμεῖται. ἃ δὲ φοβοῦνταί τινες μὴ ἀπορρηγνύωνται τοὺς ὤμους κατὰ τὰ πρανῆ ἐλαυνόμενοι, θαρρούντων μαθόντες ὅτι Πέρσαι καὶ Ὀδρύσαι ἅπαντες τὰ κατάντη ἁμιλλώμενοι οὐδὲν ἧττον τῶν Ἑλλήνων ὑγιεῖς τοὺς ἵππους ἔχουσι.

[7] Παρήσομεν δὲ οὐδὲ ὅπως τὸν ἀναβάτην ὑπηρετεῖν δεῖ πρὸς ἕκαστα τούτων. χρὴ γὰρ ὁρμῶντος μὲν ἐξαίφνης τοῦ ἵππου προνεύειν· ἧττον γὰρ ἂν καὶ ὑποδύοι ὁ ἵππος καὶ ἀναβάλλοι τὸν ἀναβάτην· ἐν μικρῶι δὲ ἀναλαμβανομένου ἀναπίπτειν· ἧττον γὰρ ἂν αὐτὸς κόπτοιτο. [8] τάφρον δὲ διαλλομένου καὶ πρὸς ὄρθιον ἱεμένου καλὸν χαίτης ἐπιλαμβάνεσθαι, ὡς μὴ ὁ ἵππος τῶι τε χωρίωι ἅμα καὶ τῶι χαλινῶι βαρύνηται. εἴς γε μὴν τὸ πρανὲς καὶ ἑαυτὸν ὑπτιώτερον ποιητέον καὶ τοῦ ἵππου ἀντιληπτέον τῶι χαλινῶι, ὡς μὴ προπετῶς εἰς τὸ κάταντες μήτε αὐτὸς μήτε ὁ ἵππος φέρηται.

[9] Ὀρθῶς δ' ἔχει καὶ τὸ ἄλλοτε μὲν ἐν ἄλλοις τόποις, ἄλλοτε δὲ μακράς, ἄλλοτε δὲ βραχείας τὰς ἱππασίας ποιεῖσθαι. ἀμισέστερα γὰρ καὶ ταῦτα τῶι ἵππωι τοῦ ἀεὶ ἐν τοῖς αὐτοῖς τόποις καὶ ὁμοίας τὰς ἱππασίας ποιεῖσθαι. [10] ἐπεὶ δὲ δεῖ ἐν παντοίοις τε χωρίοις τὸν ἱππέα ἀνὰ κράτος ἐλαύνοντα ἔποχον εἶναι καὶ ἀπὸ τοῦ ἵππου τοῖς ὅπλοις καλῶς δύνασθαι χρῆσθαι, ὅπου μέν ἐστι χωρία ἐπιτήδεια καὶ θηρία, ἄμεμπτος ἡ ἐν θήραις μελέτη τῆς ἱππικῆς· ὅπου δὲ ταῦτα μὴ ὑπάρχει, ἀγαθὴ ἄσκησις καὶ ἢν δύο ἱππότα συνθεμένω ὁ μὲν φεύγηι ἐπὶ τοῦ ἵππου παντοῖα χωρία καὶ τὸ δόρυ εἰς τοὔπισθεν μεταβαλόμενος ὑποχωρῆι, ὁ δὲ διώκηι ἐσφαιρωμένα τε ἔχων ἀκόντια καὶ δόρυ ὡσαύτως πεπραγματευμένον, καὶ ὅπου μὲν ἂν εἰς ἀκόντιον ἀφικνῆται, ἀκοντίζηι τὸν φεύγοντα τοῖς σφαιρωτοῖς, ὅπου δ' ἂν εἰς δόρατος πληγήν, τῶι δόρατι παίηι τὸν ἀλισκόμενον. [11] ἀγαθὸν δὲ κἂν ποτε συμπέσωσιν, ἑλκύσαντα ἐφ' ἑαυτὸν τὸν πολέμιον ἐξαίφνης ἀπῶσαι· τοῦτο γὰρ καταβλητικόν. ὀρθῶς δὲ ἔχει καὶ τῶι ἑλκομένωι ἐπελαύνειν τὸν ἵππον· τοῦτο γὰρ ποιῶν ὁ ἑλκόμενος καταβάλοι ἂν μᾶλλον τὸν ἕλκοντα ἢ καταπέσοι. [12] ἢν δέ ποτε καὶ στρατοπέδου ἀντικαθημένου ἀνθιππεύωσιν ἀλλήλοις, καὶ διώκωσι μὲν μέχρι τῆς πολεμίας φάλαγγος τοὺς ἀντίους, φεύγωσι δὲ μέχρι τῆς φιλίας, ἀγαθὸν καὶ ἐνταῦθα ἐπίστασθαι ὅτι ἕως μὲν ἂν παρὰ τοὺς φίλους τις ἦι, καλὸν καὶ ἀσφαλὲς τὸ ἐν πρώτοις ἀναστρέψαντα ἀνὰ κράτος ἐπικεῖσθαι, ὅταν δ' ἐγγὺς τῶν ἐναντίων γίγνηται, ὑποχείριον τὸν ἵππον ἔχειν. οὕτω γὰρ ἂν ὡς τὸ εἰκὸς μάλιστα δύναιτο βλάπτων τοὺς ἐναντίους μὴ βλάπτεσθαι ὑπ' αὐτῶν. [13] ἀνθρώποις μὲν οὖν ἄνθρωπον ἔδοσαν οἱ θεοὶ λόγωι διδάσκειν ἃ δεῖ ποιεῖν, ἵππον δὲ δῆλον ὅτι λόγωι μὲν οὐδὲν ἂν διδάξαις· ἢν δὲ ὅταν μὲν ποιήσηι ὡς ἂν βούλοιο, ἀντιχαρίσηι τι αὐτῶι, ὅταν δὲ ἀπειθῆι, κολάζηις, οὕτω μάλιστ' ἂν μάθοι τὸ δέον ὑπηρετεῖν. [14] καὶ ἔστι μὲν τοῦτο ἐν βραχεῖ εἰπεῖν, δι' ὅλης δὲ τῆς ἱππικῆς παρακολουθεῖ. καὶ γὰρ χαλινὸν μᾶλλον ἂν λαμβάνοι, εἴ ὁπότε δέξαιτο ἀγαθόν τι αὐτῶι ἀποβαίνοι· καὶ διαπηδώιη δ' ἂν καὶ ἐξάλλοιτο καὶ τἆλλα πάντα ὑπηρετοίη ἄν, εἰ προσδοκώιη, ὁπότε τὰ σημαινόμενα πράξειε, ῥαιστώνην τινά.