BIBLIOTHECA AUGUSTANA

 

Xenophon

ca. 430 - ca. 355

 

Περὶ ἱππικῆς

 

Κεφάλαιον ςʹ

 

___________________________________________________

 

 

 

[1] Δηλώσομεν δὲ καὶ τοῦτο, ὡς ἂν ἀβλαβέστατα μέν τις ἑαυτῶι, τῶι δ' ἵππωι ὠφελιμώτατα <τὰ πρόσθεν> ψήχοι. ἢν μὲν γὰρ ἐς τὸ αὐτὸ βλέπων τῶι ἵππωι καθαίρηι, κίνδυνος καὶ τῶι γόνατι καὶ τῆι ὁπλῆι εἰς τὸ πρόσωπον πληγῆναι· [2] ἢν δὲ ἀντία τῶι ἵππωι ὁπῶν καὶ ἔξω τοῦ σκέλους, ὅταν καθαίρηι, κατὰ τὴν ὠμοπλάτην καθίζων ἀποτρίβηι, οὕτω πάθοι μὲν ἂν οὐδέν, δύναιτο δ' ἂν καὶ τὴν χελιδόνα τοῦ ἵππου θεραπεύειν ἀναπτύσσων τὴν ὁπλήν. ὡς δ' αὔτως καὶ τὰ ὄπισθεν σκέλη καθαιρέτω. [3] εἰδέναι δὲ χρὴ τὸν περὶ τὸν ἵππον ὅτι καὶ ταῦτα καὶ τἆλλα πάντα ὅσα πράττειν δεῖ ὡς ἥκιστα χρὴ κατὰ [τὸ] πρόσωπόν τε καὶ οὐρὰν ἀντίον ἑαυτὸν ποιήσαντα προσιέναι· ἢν γὰρ ἐπιχειρῆι ἀδικεῖν, κατ' ἀμφότερα ταῦτα κρείττων ὁ ἵππος ἀνθρώπου. ἐκ πλαγίου δ' ἄν τις προσιὼν ἀβλαβέστατα μὲν ἑαυτῶι, πλεῖστα δ' ἂν ἵππωι δύναιτο χρῆσθαι. [4] ἐπειδὰν δὲ ἄγειν δέηι τὸν ἵππον, τὴν μὲν ὄπισθεν ἀγωγὴν διὰ τάδε οὐκ ἐπαινοῦμεν, ὅτι τῶι μὲν ἄγοντι οὕτως ἥκιστα ἔστι φυλάξασθαι, τῶι δὲ ἵππωι οὕτως μάλιστα ἔξεστι ποιῆσαι ὅ τι ἂν βούληται. [5] τὸ δ' αὖ ἔμπροσθεν μακρῶι τῶι ἀγωγεῖ προϊόντα διδάσκειν ὑφηγεῖσθαι τὸν ἵππον διὰ τάδε αὖ ψέγομεν· ἔξεστι μὲν γὰρ τῶι ἵππωι καθ' ὁπότερ' ἂν βούληται τῶν πλαγίων κακουργεῖν, ἔξεστι δὲ ἀναστρεφόμενον ἀντίον γίγνεσθαι τῶι ἄγοντι. [6] ἁθρόοι δὲ δὴ ἵπποι πῶς ἄν ποτε ἀλλήλων δύναιντο ἀπέχεσθαι οὕτως ἀγόμενοι; ἐκ πλαγίου δὲ ἵππος ἐθισθεὶς παράγεσθαι ἥκιστα μὲν ἂν καὶ ἵππους καὶ ἀνθρώπους δύναιτ' ἂν κακουργεῖν, κάλλιστα δ' ἂν παρεσκευασμένος τῶι ἀναβάτηι εἴη καὶ εἴ ποτε ἐν τάχει ἀναβῆναι δεήσειεν. [7] ἵνα δὲ ὁ ἱπποκόμος καὶ τὸν χαλινὸν ὀρθῶς ἐμβάληι, πρῶτον μὲν προσίτω κατὰ τὰ ἀριστερὰ τοῦ ἵππου· ἕπειτα τὰς μὲν ἡνίας περιβαλὼν περὶ τὴν κεφαλὴν καθέτω ἐπὶ τῆι ἀκρωμίαι, τὴν δὲ κορυφαίαν τῆι δεξιᾶι αἰρέτω, τὸ δὲ στόμιον τῆι ἀριστερᾶι προσφερέτω. [8] κἂν μὲν δέχηται, δῆλον ὅτι περιτιθέναι δεῖ τὸν κεκρύφαλον· ἐὰν δὲ μὴ ὑποχάσκηι, ἔχοντα δεῖ πρὸς τοῖς ὀδοῦσι τὸν χαλινὸν τὸν μέγαν δάκτυλον τῆς ἀριστερᾶς χειρὸς εἴσω τῆς γνάθου τῶι ἵππωι ποιῆσαι. οἱ γὰρ πολλοὶ τούτου γιγνομένου χαλῶσι τὸ στόμα. ἢν δὲ μηδ' οὕτω δέχηται, πιεσάτω τὸ χεῖλος περὶ τῶι κυνόδοντι· καὶ πάνυ τινὲς ὀλίγοι οὐ δέχονται τοῦτο πάσχοντες. [9] δεδιδάχθω δὲ καὶ τάδε ὁ ἱπποκόμος, πρῶτον μὲν μήποτε ἄγειν τῆς ἡνίας τὸν ἵππον· τοῦτο γὰρ ἑτερογνάθων ποιεῖ· ἔπειτα δὲ ὅσον δεῖ ἀπέχειν τὸν χαλινὸν τῶν γνάθων. ὁ μὲν γὰρ ἄγαν πρὸς αὐταῖς τυλοῖ τὸ στόμα, ὥστε μὴ εὐαίσθητον εἶναι, ὁ δὲ ἄγαν εἰς ἄκρον τὸ στόμα καθιέμενος ἐξουσίαν παρέχει συνδάκνοντι τὸ στόμιον μὴ πείθεσθαι. [10] χρὴ δὲ τὸν ἱπποκόμον καὶ τὰ τοιάδε παρατηρεῖν, εἰ μὴ ῥαιδίως τὸν χαλινὸν ὁ ἵππος δέχεται, αἰσθανόμενος ὅτι δεῖ πονεῖν. οὕτω γὰρ δὴ μέγα ἐστὶ τὸ λαμβάνειν ἐθέλειν τὸν ἵππον τὸν χαλινὸν ὡς ὁ μὴ δεχόμενος παντάπασιν ἄχρηστος. [11] ἢν δὲ μὴ μόνον ὅταν πονεῖν μέλληι χαλινῶται, ἀλλὰ καὶ ὅταν ἐπὶ τὸν σῖτον καὶ ὅταν ἐξ ἱππασίας εἰς οἶκον ἀπάγηται, οὐδὲν ἂν εἴη θαυμαστὸν εἰ ἁρπάζοι τὸν χαλινὸν αὐτόματος προτεινόμενον. [12] ἀγαθὸν δὲ τὸν ἱπποκόμον καὶ ἀναβάλλειν ἐπιιστασθαι τὸν Περσικὸν τρόπον, ὅπως αὐτός τε ὁ δεσπότης, ἤν ποτε ἀρρωστήσηι ἢ πρεσβύτερος γένηται, ἔχηι τὸν εὐπετῶς ἀναβιβάσοντα καὶ ἄλλωι ἤν τινι βούληται τὸν ἀναβαλοῦντα ἐπιχαρίσηται. [13] τὸ δὲ μήποτε σὺν ὀργῆι ἵππωι προσφέρεσθαι, ἓν τοῦτο καὶ δίδαγμα καὶ ἔθισμα πρὸς ἵππον ἄριστον. ἀπρονόητον γὰρ ἡ ὀργή, ὥστε πολλάκις ἐξεργάζεται ὧν μεταμέλειν ἀνάγκη. [14] καὶ ὅταν δὲ ὑποπτεύσας τι ὁ ἵππος μὴ θέληι πρὸς τοῦτο προσιέναι, διδάσκειν δεῖ ὅτι οὐ δεινόν ἐστι μάλιστα μὲν οὖν ἵππωι εὐκαρδίωι, εἰ δὲ μή, ἁπτόμενον αὐτὸν τοῦ δεινοῦ δοκοῦντος εἶναι καὶ τὸν ἵππον πράιως προσάγοντα. [15] οἱ δὲ πληγαῖς ἀναγκάζοντες ἔτι πλείω φόβον παρέχουσιν· οἴονται γὰρ οἱ ἵπποι, ὅταν τι χαλεπὸν πάσχωσιν ἐν τῶι τοιούτωι, καὶ τούτου τὰ ὑποπτευόμενα αἴτια εἶναι. [16] ἐπειδάν γε μὴν ὁ ἱπποκόμος τὸν ἵππον παραδῶι τῶι ἀναβάτηι, τὸ μὲν ἐπίστασθαι ὑποβιβάζεσθαι τὸν ἵππον, ὥστε εὐπετὲς εἶναι ἀναβῆναι, οὐ μεμφόμεθα· τόν γε μέντοι ἱππέα νομίζομεν χρῆναι μελετᾶν καὶ μὴ παρέχοντος ἵππου δύνασθαι ἀναβαίνειν. ἄλλοτε μὲν γὰρ ἄλλοῖος ἵππος παραπίπτει, ἄλλοτε δ' ἄλλως ὁ αὐτὸς ὑπηρετεῖ.