Xenophon
ca. 430 - ca. 355
Περὶ ἱππικῆς
Κεφάλαιον εʹ
|
|
___________________________________________________
|
|
[1] Ἱππικοῦ δὲ ἀνδρὸς ἡμῖν δοκεῖ εἶναι καὶ τὸν ἱπποκόμον πεπαιδευκέναι ἃ δεῖ περὶ τὸν ἵππον πράττειν. πρῶτον μὲν τοίνυν τῆς ἐπιφατνιδίας φορβειᾶς ἐπίστασθαι αὐτὸν δεῖ μήποτε τὸ ἅμμα ποιεῖσθαι ἔνθαπερ ἡ κορυφαία περιτίθεται. πολλάκις γὰρ κνῶν ὁ ἵππος ἐπὶ τῆι φάτνηι τὴν κεφαλήν, εἰ μὴ ἀσινὴς ἡ φορβειὰ περὶ τὰ ὦτα ἔσται, πολλάκις ἂν ἕλκη ποιοίη. ἑλκουμένων γε μὴν τούτων ἀνάγκη τὸν ἵππον καὶ περὶ τὸ χαλινοῦσθαι καὶ περὶ τὸ ψήχεσθαι δυσκολώτερον εἶναι. [2] ἀγαθὸν δὲ καὶ τὸ τετάχθαι τῶι ἱπποκόμωι καθ' ἡμέραν τὴν κόπρον καὶ τὰ ὑποστρώματα τοῦ ἵππου ἐκφέρειν εἰς ἕν χωρίον. τοῦτο γὰρ ποιῶν αὐτός τ' ἂν ῥᾶιστα ἀπαλλάττοι καὶ ἅμα τὸν ἵππον ὠφελοίη. [3] εἰδέναι δὲ χρὴ τὸν ἱπποκόμον καὶ τὸν κημὸν περιτιθέναι τῶι ἵππωι, καὶ ὅταν ἐπὶ ψῆξιν καὶ ὅταν ἐπὶ καλίστραν ἐξάγηι. καὶ ἀεὶ δὲ ὅποι ἂν ἀχαλίνωτον ἄγηι κημοῦν δεῖ. ὁ γὰρ κημὸς ἀναπνεῖν μὲν οὐ κωλύει, δάκνειν δὲ οὐκ ἐᾶι· καὶ τὸ ἐπιβουλεύειν δὲ περικείμενος μᾶλλον ἐξαιρεῖ τῶν ἵππων· [4] καὶ μὴν δεσμεύειν τὸν ἵππον ἄνωθεν τῆς κεφαλῆς δεῖ· πάντα γὰρ ὁπόσα ἂν δύσκολ' ἦι περὶ τὸ πρόσωπον ὁ ἵππος ἐκνεύειν πέφυκεν ἄνω· ἐκνεύων γε μὴν οὕτω δεδεμένος χαλᾶι μᾶλλον ἢ διασπᾶι τὰ δεσμά. [5] ἐπειδὰν δὲ ψήχηι, ἄρχεσθαι μὲν ἁπὸ τῆς κεφαλῆς καὶ τῆς χαίτης· μὴ γὰρ καθαρῶν τῶν ἄνω ὄντων μάταιον τὰ κάτω καθαίρειν. ἔπειτα δὲ κατὰ μὲν τὸ ἄλλο σῶμα πᾶσι τοῖς τῆς καθάρσεως ὀργάνοις ἀνιστάντα δεῖ τὴν τρίχα σοβεῖν τὴν κόνον κατὰ φύσιν τῆς τριχός· τῶν δ' ἐν τῆι ῥάχει τριχῶν ἄλλωι μὲν ὀργάνωι οὐδενὶ δεῖ ἅπτεσθαι, ταῖς δὲ χερσὶ τρίβειν καὶ ἁπαλύνειν ἧιπερ φύσει κέκλινται· ἥκιστα γὰρ ἂν βλάπτοι τὴν ἕδραν τοῦ ἵππου. [6] ὕδατι δὲ καταπλύνειν τὴν κεφαλὴν χρή· ὀστώδης γὰρ οὖσα, εἰ σιδήρωι ἢ ξύλωι καθαίροιτο, λυποῖ ἂν τὸν ἵππον. καὶ τὸ προκόμιον δὲ χρὴ βρέχειν· καὶ γὰρ αὗται εὐμήκεις οὖσαι αἱ τρίχες ὁρᾶν μὲν οὐ κωλύουσι τὸν ἵππον, ἀποσοβοῦσι δὲ ἀπὸ τῶν ὀφθαλμῶν τὰ λυποῦντα. καὶ τοὺς θεοὺς δὲ οἴεσθαι χρὴ δεδωκέναι ταύτας τὰς τρίχας ἵππωι ἀντὶ τῶν μεγάλων ὤτων ἃ ὄνοις τε καὶ ἡμιόνοις ἔδοσαν ἀλεξητήρια πρὸ τῶν ὀμμάτων. [7] καὶ οὐρὰν δὲ καὶ χαίτην πλύνειν χρή, ἐπείπερ αὔξειν δεῖ τὰς τρίχας, τὰς μὲν ἐν τῆι οὐρᾶι, ὅπως ἐπὶ πλεῖστον ἐξικνούμενος ἀποσοβῆται ὁ ἵππος τὰ λυποῦντα, τὰς δὲ ἐν τῶι τραχήλωι, ὅπως τῶι ἀναβάτηι ὡς ἀφθονωτάτη ἀντίληψις ἦι. [8] δέδοται δὲ παρὰ θεῶν καὶ ἀγλαΐας ἕνεκεν ἵππωι χαίτη, καὶ προκόμιον δὲ καὶ οὐρά. τεκμήριον δέ· αἱ γὰρ ἀγελαῖαι τῶν ἵππων οὐχ ὁμοίως ὑπομένουσι τοὺς ὄνους ἐπὶ τῆι ὀχείαι ἕως ἂν κομῶσιν· οὗ ἕνεκα καὶ ἀποκείρουσι πρὸς τὴν ὀχείαν τὰς ἵππους ἅπαντες οἱ ὀνοβατοῦντες. [9] τήν γε μὴν τῶν σκελῶν κατάπλυσιν ἀφαιροῦμεν· ὠφελεῖ μὲν γὰρ οὐδέν, βλάπτει δὲ τὰς ὁπλὰς ἡ καθ' ἑκάστην ἡμέραν βρέξις. καὶ τὴν ὑπὸ γαστέρα δὲ ἄγαν κάθαρσιν μειοῦν χρή· αὕτη γὰρ λυπεῖ μὲν μάλιστα τὸν ἵππον, ὅσωι δ' ἂν καθαρώτερα ταῦτα γένηται, τοσούτωι πλείω τὰ λυποῦντα ἁθροίζει ὑπὸ τὴν γαστέρα· [10] ἢν δὲ καὶ πάνυ διαπονήσηταί τις ταῦτα, οὐ φθάνει [τ'] ἐξαγόμενος ὁ ἵππος καὶ εὐθὺς ὅμοιός ἐστι τοῖς ἀκαθάρτοις. ταῦτα μὲν οὖν ἐᾶν χρή· ἀρκεῖ δὲ καὶ ἡ τῶν σκελῶν ψῆξις αὐταῖς ταῖς χερσὶ γιγνομένη. |