BIBLIOTHECA AUGUSTANA

 

Xenophon

ca. 430 - ca. 355

 

Περὶ ἱππικῆς

 

Κεφάλαιον δʹ

 

___________________________________________________

 

 

 

[1] ταν γε μὴν ἀγασθεὶς ἵππον πρίηταί τις καὶ οἴκαδε ἀγάγηται, καλὸν μὲν ἐν τοιούτωι τῆς οἰκίας τὸν σταθμὸν εἶναι ὅπου πλειστάκις ὁ δεσπότης ὄψεται τὸν ἵππον· ἀγαθὸν δὲ οὕτω κατεσκευάσθαι τὸν ἱππῶνα, ὥστε μηδὲν μᾶλλον οἷόν τ' εἶναι τὸν τοῦ ἵππου σῖτον κλαπῆναι ἐκ τῆς φάτνης ἢ τὸν τοῦ δεσπότου ἐκ τοῦ ταμιείου. ὁ δὲ τούτου ἀμελῶν ἐμοὶ μὲν ἑαυτοῦ δοκεῖ ἀμελεῖν· δῆλον γὰρ ὅτι ἐν τοῖς κινδύνοις τὸ αὑτοῦ σῶμα τῶι ἵππωι ὁ δεσπότης παρακατατίθεται. [2] ἔστι δὲ οὐ μόνον τοῦ μὴ κλέπτεσθαι ἕνεκα τὸν σῖτον ἀγαθὸς ὁ ἐχυρὸς ἱππών, ἀλλ' ὅτι καὶ ὅταν [μὴ] ἐκκομίζηι τὸν σῖτον ὁ ἵππος φανερὸν γίγνεται. τούτου δ' ἄν τις αἰσθανόμενος γιγνώσκοι ὅτι ἢ τὸ σῶμα ὑπεραιμοῦν δεῖται θεραπείας ἢ κόπου ἐνόντος δεῖται ἀναπαύσεως, ἢ κριθίασις ἢ ἄλλη τις ἀρρωστία ὑποδύεται. ἔστι δὲ ὥσπερ ἀνθρώπωι, οὕτω καὶ ἵππωι ἀρχόμενα πάντα εὐιατότερα ἢ ἐπειδὰν ἐνσκιρωθῆι τε καὶ ἐξαμαρτηθῆι τὰ νοσήματα.

[3] Ὥσπερ δὲ τοῦ ἵππου σίτου τε καὶ γυμνασίων ἐπιμελητέον, ὅπως ἂν τὸ σῶμα ἰσχύηι, οὕτω καὶ τοὺς πόδας ἀσκητέον. τὰ μὲν τοίνυν ὑγρά τε καὶ λεῖα τῶν σταθμῶν λυμαίνεται καὶ ταῖς εὐφυέσιν ὁπλαῖς· τὰ δέ, ὡς μὲν μὴ ὑγρὰ εἶναι, ἀπόρρυτα, ὡς δὲ μὴ λεῖα, λίθους ἔχοντα κατορωρυγμένους, προσαλλήλους, παραπλησίους ὁπλαῖς τὸ μέγεθος ... τὰ γὰρ τοιαῦτα σταθμὰ ... καὶ ἐφεστηκότων ἅμα στερεοῖ τοὺς πόδας. [4] ἔπειτά γε μὴν τῶι ἱπποκόμωι ἐξακτέον μὲν τὸν ἵππον ὅπου ψήξει, μεταδετέον δὲ μετὰ τὸ ἄριστον ἀπὸ τῆς φάτνης, ἵν' ἥδιον ἐπὶ τὸ δεῖπνον ἴηι. ὧδε δ' ἂν αὖ ὁ ἔξω σταθμὸς βέλτιστος εἴη καὶ τοὺς πόδας καρτερύνοι, εἰ λίθων στρογγύλων ἀμφιδόχμων ὅσον μνααίων ἁμάξας τέτταρας καὶ πέντε χύδην καταβάλοι, περιχειλώσας σιδήρωι, ὡς ἂν μὴ σκεδαννύωνται· ἐπὶ γὰρ τούτων ἑστηκὼς ὥσπερ ἐν ὁδῶι λιθώδει ἀεὶ μέρος <τι> τῆς ἡμέρας πορεύοιτο <ἄν>· [5] ἀνάγκη δὲ καὶ ψηχόμενον καὶ μυωπιζόμενον χρῆσθαι ταῖς ὁπλαῖς καθάπερ ὅταν βαδίζηι. καὶ τὰς χελιδόνας δὲ τῶν ποδῶν οἱ οὕτω κεχυμένοι λίθοι στερεοῦσιν. ὡς δὲ περὶ τῶν ὁπλῶν ὅπως στερεαὶ ἔσονται ἐπιμελητέον, οὕτω καὶ τὰ περὶ τὸ στόμα αὖ ὅπως μαλακὰ ἔσται ἐπιμελεῖσθαι δεῖ. τὰ δ' αὐτὰ ἀνθρώπου τε σάρκα καὶ ἵππου στόμα ἁπαλύνει.