<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Μ ε μ ψ ι μ ο ι ρ ί α ς   ι ζ ’

________________________________________
 
 
 
(1) Ἔστι δὲ ἡ μεμψιμοιρία ἐπιτίμησις παρὰ τὸ προσῆκον τῶν δεδομένων, ὁ δὲ μεμψίμοιρος τοιόσδε τις, 

(2) οἷος ἀποστείλαντος μερίδα τοῦ φίλου εἰπεῖν πρὸς τὸν φέροντα· Ἐφθόνησάς μοι τοῦ ζωμοῦ καὶ τοῦ οἰναρίου οὐκ ἐπὶ δεῖπνον καλέσας. 

(3) καὶ ὑπὸ τῆς ἑταίρας καταφιλούμενος εἰπεῖν· Θαυμάζω, εἰ σὺ καὶ ἀπὸ τῆς ψυχῆς οὕτω με φιλεῖς. 

(4) καὶ τῶι Διὶ ἀγανακτεῖν, οὐ διότι ὕει, ἀλλὰ διότι ὕστερον. 

(5) καὶ εὑρὼν ἐν τῆι ὁδῶι βαλλάντιόν τι εἰπεῖν· Ἀλλ' οὐ θησαυρὸν εὕρηκα οὐδέποτε. 

(6) καὶ πριάμενος ἀνδράποδον ἄξιον καὶ πολλὰ δεηθεὶς τοῦ πωλοῦντος· Θαυμάζω, εἰπεῖν, ὅ τι ὑγιὲς οὕτω ἄξιον ἐώνημαι. 

(7) καὶ πρὸς τὸν εὐαγγελιζόμενον, ὅτι Υἱός σοι γέγονεν, εἰπεῖν, ὅτι 5Αν προσθῆις· καὶ τῆς οὐσίας τὸ ἥμισυ ἄπεστιν, ἀληθῆ ἐρεῖς. 

(8) καὶ δίκην νικήσας καὶ λαβὼν πάσας τὰς ψήφους ἐγκαλεῖν τῶι γράψαντι τὸν λόγον ὡς πολλὰ παραλελοιπότι τῶν δικαίων. 

(9) καὶ ἐράνου εἰσενεχθέντος παρὰ τῶν φίλων καὶ φήσαντός τινος· Ἱλαρὸς ἴσθι, Καὶ πῶς; εἰπεῖν, Ὅτι δεῖ τἀργύριον ἀποδοῦναι ἑκάστωι καὶ χωρὶς τούτων χάριν ὀφείλειν ὡς εὐεργετημένον;

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>