<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Ἀ π ι σ τ ί α ς   ι η ’

________________________________________
 
 
 
(1) Ἔστιν ἀμέλει ‹ἡ› ἀπιστία ὑπόληψίς τις ἀδικίας κατὰ πάντων, ὁ δὲ ἄπιστος τοιοῦτός τις, 

(2) οἷος ἀποστείλας τὸν παῖδα ὀψωνήσοντα ἕτερον παῖδα πέμπειν τὸν πευσόμενον, πόσου ἐπρίατο. 

(3) καὶ φέρειν αὐτὸς τὸ ἀργύριον καὶ κατὰ στάδιον καθίζων ἀριθμεῖν, πόσον ἐστί. 

(4) καὶ τὴν γυναῖκα τὴν αὑτοῦ ἐρωτᾶν κατακείμενος, εἰ κέκλεικε τὴν κιβωτόν, καὶ εἰ σεσήμανται τὸ κυλιούχιον, καὶ εἰ ὁ μοχλὸς εἰς τὴν θύραν τὴν αὐλείαν ἐμβέβληται, καὶ ἂν ἐκείνη φῆι, μηδὲν ἧττον αὐτὸς ἀναστὰς γυμνὸς ἐκ τῶν στρωμάτων καὶ ἀνυπόδητος τὸν λύχνον ἅψας ταῦτα πάντα περιδραμὼν ἐπισκέψασθαι καὶ οὕτω μόλις ὕπνου τυγχάνειν. 

(5) καὶ τοὺς ὀφείλοντας αὐτῶι ἀργύριον μετὰ μαρτύρων ἀπαιτεῖν τοὺς τόκους, ὅπως μὴ δύναιντο ἔξαρνοι γενέσθαι. 

(6) καὶ τὸ ἱμάτιον δὲ ἐκδοῦναι δεινὸς οὐχ ὃς βέλτιστα ἐργάσεται, ἀλλ' ὅταν ἦι ἄξιος ἐγγυητὴς τοῦ κναφέως. 

(7) καὶ ὅταν ἥκηι τις αἰτησόμενος ἐκπώματα, μάλιστα μὲν μὴ δοῦναι, ἂν δ' ἄρα τις οἰκεῖος ἦι καὶ ἀναγκαῖος, μόνον οὐ πυρώσας καὶ στήσας καὶ σχεδὸν ἐγγυητὴν λαβὼν χρῆσαι.

(8) καὶ τὸν παῖδα δὲ ἀκολουθοῦντα κελεύειν αὑτοῦ ὄπισθεν μὴ βαδίζειν, ἀλλ' ἔμπροσθεν, ἵνα φυλάττηι αὐτόν, μὴ ἐν τῆι ὁδῶι ἀποδράσηι. 

(9) καὶ τοῖς εἰληφόσι τι παρ' αὐτοῦ καὶ λέγουσι· Πόσου, κατάθου, οὐ γὰρ σχολάζω πω, ‹εἰπεῖν›· Πέμπειν μηδὲν πραγματεύου· ἐγὼ γάρ, ‹ἕως› ἂν σὺ σχολάσηις, συνακολουθήσω.

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>