<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Δ ε ι σ ι δ α ι μ ο ν ί α ς   ι ς ’

________________________________________
 
 
 
(1) Ἀμέλει ἡ δεισιδαιμονία δόξειεν ‹ἂν› εἶναι δειλία πρὸς τὸ δαιμόνιον, ὁ δὲ δεισιδαίμων τοιοῦτός τις, 

(2) οἷος ἐπιτυχὼν ἐκφορᾶι ἀπονιψάμενος τὰς χεῖρας καὶ περιρρανάμενος ἀπὸ ἱεροῦ δάφνην εἰς τὸ στόμα λαβὼν οὕτω τὴν ἡμέραν περιπατεῖν. 

(3) καὶ τὴν ὁδὸν ἐὰν ὑπερδράμηι γαλῆ, μὴ πρότερον πορευθῆναι, ἕως διεξέλθηι τις ἢ λίθους τρεῖς ὑπὲρ τῆς ὁδοῦ διαβάληι. 

(4) καὶ ἐὰν ἴδηι ὄφιν ἐν τῆι οἰκίαι, ἐὰν παρείαν, Σαβάζιον καλεῖν, ἐὰν δὲ ἱερόν, ἐνταῦθα ἡρῶιον εὐθὺς ἱδρύσασθαι. 

(5) καὶ τῶν λιπαρῶν λίθων τῶν ἐν ταῖς τριόδοις παριὼν ἐκ τῆς ληκύθου ἔλαιον καταχεῖν καὶ ἐπὶ γόνατα πεσὼν καὶ προσκυνήσας ἀπαλλάττεσθαι. 

(6) καὶ ἐὰν μῦς θύλακον ἀλφίτων διαφάγηι, πρὸς τὸν ἐξηγητὴν ἐλθὼν ἐρωτᾶν, τί χρὴ ποιεῖν, καὶ ἐὰν ἀποκρίνηται αὐτῶι ἐκδοῦναι τῶι σκυτοδέψηι ἐπιρράψαι, μὴ προσέχειν τούτοις, ἀλλ' ἀποτραπεὶς ἐκθύσασθαι. 

(7) καὶ πυκνὰ δὲ τὴν οἰκίαν καθᾶραι δεινὸς Ἑκάτης φάσκων ἐπαγωγὴν γεγονέναι. 

(8) κἂν γλαῦκες βαδίζοντος αὐτοῦ ταράττωνται, [καὶ] εἴπας· Ἀθηνᾶ κρείττων, παρελθεῖν οὕτω. 

(9) καὶ οὔτε ἐπιβῆναι μνήματι οὔτ' ἐπὶ νεκρὸν οὔτ' ἐπὶ λεχὼ ἐλθεῖν ἐθελῆσαι, ἀλλὰ τὸ μὴ μιαίνεσθαι συμφέρον αὑτῶι φῆσαι εἶναι.

(10) καὶ ταῖς τετράσι δὲ καὶ ἑβδόμαις προστάξας οἶνον ἕψειν τοῖς ἔνδον, ἐξελθὼν ἀγοράσαι μυρσίνας, λιβανωτόν, πόπανα καὶ εἰσελθὼν εἴσω στεφανοῦν τοὺς Ἑρμᾶς, ἀφρονεῖν ὅλην τὴν ἡμέραν. 

(11) καὶ ὅταν ἐνύπνιον ἴδηι, πορεύεσθαι πρὸς τοὺς ὀνειροκρίτας, πρὸς τοὺς μάντεις, πρὸς τοὺς ὀρνιθοσκόπους, ἐρωτήσων, τίνι θεῶν - ἢ θεᾶι - προσεύχεσθαι δεῖ.

(11A) καὶ τελεσθησόμενος πρὸς τοὺς Ὀρφεοτελεστὰς κατὰ μῆνα πορεύεσθαι μετὰ τῆς γυναικός - ἐὰν δὲ μὴ σχολάζηι ἡ γυνή, μετὰ τῆς τίτθης - καὶ τῶν παιδίων. 

(12) καὶ τῶν περιρραινομένων ἐπὶ θαλάττης ἐπιμελῶς δόξειεν ἂν εἶναι. 

(13) κἄν ποτε ἐπίδηι σκορόδωι ἐστεμμένον τῶν ἐπὶ ταῖς τριόδοις, ἀπελθὼν κατὰ κεφαλῆς λούσασθαι καὶ ἱερείας καλέσας σκίλληι ἢ σκύλακι κελεῦσαι αὑτὸν περικαθᾶραι. 

(14) μαινόμενον δὲ ἰδὼν ἢ ἐπίληπτον φρίξας εἰς κόλπον πτύσαι.

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>