|
|
- Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς
Α ὐ θ α δ ε ί α ς ι ε ’
- ________________________________________
- (1) Ἡ δὲ αὐθάδειά ἐστιν ἀπήνεια ὁμιλίας ἐν λόγοις, ὁ δὲ αὐθάδης τοιοῦτός τις,
(2) οἷος ἐρωτηθείς· Ὁ δεῖνα ποῦ ἐστιν; εἰπεῖν· Πράγματά μοι μὴ πάρεχε.
(3) καὶ προσαγορευθεὶς μὴ ἀντιπροσειπεῖν.
(4) καὶ πωλῶν τι μὴ λέγειν τοῖς ὡνουμένοις, πόσου ἂν ἀποδοῖτο, ἀλλ' ἐρωτᾶν· Τί εὑρίσκει;
(5) καὶ τοῖς τιμῶσι καὶ πέμπουσιν εἰς τὰς ἑορτὰς εἰπεῖν, ὅτι οὐκ ἂν γένοιτο διδόμενα τὰ ἀποδιδόμενα.
(6) καὶ οὐκ ἔχειν συγγνώμην οὔτε τῶι ῥυπώσαντι αὐτὸν ἀκουσίως οὔτε τῶι ὤσαντι οὔτε τῶι ἐμβάντι.
(7) καὶ φίλωι δὲ ἔρανον κελεύσαντι εἰσενεγκεῖν εἰπών, ὅτι οὐκ ἂν δοίη, ὕστερον ἥκειν φέρων καὶ λέγειν, ὅτι ἀπόλλυσι καὶ τοῦτο τὸ ἀργύριον.
(8) καὶ προσπταίσας ἐν τῆι ὁδῶι δεινὸς καταράσασθαι τῶι λίθωι.
(9) καὶ ἀναμεῖναι οὐκ ἂν ὑπομείναι πολὺν χρόνον οὐθένα.
(10) καὶ οὔτε ἆισαι οὔτε ῥῆσιν εἰπεῖν οὔτε ὀρχήσασθαι ἂν ἐθελήσειεν·
(11) δεινὸς δὲ καὶ τοῖς θεοῖς μὴ ἐπεύχεσθαι.
|
|