|
|
- Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς
Ἀ ν α ι σ θ η σ ί α ς ι δ ’
- ________________________________________
- (1) Ἔστι δὲ ἡ ἀναισθησία, ὡς ὅρωι εἰπεῖν, βραδυτὴς ψυχῆς ἐν λόγοις καὶ πράξεσιν, ὁ δὲ ἀναίσθητος τοιοῦτός τις,
(2) οἷος λογισάμενος ταῖς ψήφοις καὶ κεφάλαιον ποιήσας ἐρωτᾶν τὸν παρακαθήμενον· Τί γίνεται;
(3) καὶ δίκην φεύγων καὶ ταύτην εἰσιέναι μέλλων ἐπιλαθόμενος εἰς ἀγρὸν πορεύεσθαι.
(4) καὶ θεωρῶν ἐν τῶι θεάτρωι μόνος καταλείπεσθαι καθεύδων.
(5) καὶ πολλὰ φαγὼν καὶ τῆς νυκτὸς ἐπὶ θάκου ἀνιστάμενος ἀποπλανώμενος ὑπὸ κυνὸς τῆς τοῦ γείτονος δηχθῆναι.
(6) καὶ λαβών καὶ ἀποθεὶς αὐτός, τοῦτο ζητεῖν καὶ μὴ δύνασθαι εὑρεῖν.
(7) καὶ ἀπαγγέλλοντος αὐτῶι, ὅτι τετελεύτηκέ τις αὐτοῦ τῶν φίλων, ἵνα παραγένηται, σκυθρωπάσας καὶ δακρύσας εἰπεῖν· Ἀγαθῆι τύχηι.
(8) δεινὸς δὲ καὶ ἀπολαμβάνων ἀργύριον ὀφειλόμενον μάρτυρας παραλαβεῖν.
(9) καὶ χειμῶνος ὄντος μάχεσθαι τῶι παιδί, ὅτι σικύους οὐκ ἠγόρασεν.
(10) καὶ τὰ παιδία ἑαυτοῖς παλαίειν ἀναγκάζων καὶ τροχάζειν [καὶ] εἰς κόπους ἐμβάλλειν.
(11) καὶ ἐν ἀγρῶι αὐτὸς φακῆν ἕψων δὶς ἅλας εἰς τὴν χύτραν ἐμβαλὼν ἄβρωτον ποιῆσαι.
(12) καὶ ὕοντος τοῦ Διὸς εἰπεῖν· +ἡδύ γε τῶν ἄστρων νομίζει, ὅτι δὴ καὶ οἱ ἄλλοι λέγουσι πίσσης+.
(13) καὶ λέγοντός τινος· Πόσους οἴει κατὰ τὰς Ἱερὰς πύλας ἐξενηνέχθαι νεκρούς; πρὸς τοῦτον εἰπεῖν· Ὅσοι ἐμοὶ καὶ σοὶ γένοιντο.
|
|