|
|
- Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς
Π ε ρ ι ε ρ γ ί α ς ι γ ’
- ________________________________________
- (1) Ἀμέλει ἡ περιεργία δόξει εἶναι προσποίησίς τις λόγων καὶ πράξεων μετὰ εὐνοίας, ὁ δὲ περίεργος τοιοῦτός τις,
(2) οἷος ἐπαγγέλλεσθαι ἀναστάς, ἃ μὴ δυνήσεται.
(3) καὶ ὁμολογουμένου τοῦ πράγματος δικαίου εἶναι ἐντείνας ἐλεγχθῆναι.
(4) καὶ πλείω δὲ ἐπαναγκάσαι τὸν παῖδα κεράσαι, ἢ ὅσα δύνανται οἱ παρόντες ἐκπιεῖν.
(5) καὶ διείργειν τοὺς μαχομένους, καὶ οὓς οὐ γινώσκει.
(6) καὶ ἀτραποῦ ἡγήσασθαι, εἶτα μὴ δύνασθαι εὑρεῖν, οὗ πορεύεται.
(7) καὶ τὸν στρατηγὸν προσελθὼν ἐρωτῆσαι, πότε μέλλει παρατάττεσθαι, καὶ τί μετὰ τὴν αὔριον παραγγελεῖ.
(8) καὶ προσελθὼν τῶι πατρὶ εἰπεῖν, ὅτι ἡ μήτηρ ἤδη καθεύδει ἐν τῶι δωματίωι.
(9) καὶ ἀπαγορεύοντος τοῦ ἰατροῦ, ὅπως μὴ δώσει οἶνον τῶι μαλακιζομένωι, φήσας βούλεσθαι διάπειραν λαμβάνειν, εὖ ποτίσαι τὸν κακῶς ἔχοντα.
(10) καὶ γυναικὸς δὲ τελευτησάσης ἐπιγράψαι ἐπὶ τὸ μνῆμα τοῦ τε ἀνδρὸς αὐτῆς καὶ τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ αὐτῆς τῆς γυναικὸς τοὔνομα καὶ ποδαπή ἐστι, καὶ προσεπιγράψαι, ὅτι οὗτοι πάντες χρηστοὶ ἦσαν.
(11) καὶ ὀμνύναι μέλλων εἰπεῖν πρὸς τοὺς περιεστηκότας, ὅτι Καὶ πρότερον πολλάκις ὀμώμοκα.
|
|