BIBLIOTHECA AUGUSTANA

 

Platon

427 - 347 a. Chr. n.

 

Παρμενίδης

ἢ περὶ ἰδεῶν· λογικός

 

144b - 147a

 

___________________________________________________

 

 

 

[144b] ἐπὶ πάντα ἄρα πολλὰ ὄντα ἡ οὐσία νενέμηται καὶ οὐδενὸς ἀποστατεῖ τῶν ὄντων, οὔτε τοῦ σμικροτάτου οὔτε τοῦ μεγίστου; ἢ τοῦτο μὲν καὶ ἄλογον ἐρέσθαι; πῶς γὰρ ἂν δὴ οὐσία γε τῶν ὄντων του ἀποστατοῖ;

οὐδαμῶς.

κατακεκερμάτισται ἄρα ὡς οἷόν τε σμικρότατα καὶ μέγιστα καὶ πανταχῶς ὄντα, καὶ μεμέρισται πάντων μάλιστα, καὶ ἔστι μέρη ἀπέραντα τῆς οὐσίας.

[144c] ἔχει οὕτω.

πλεῖστα ἄρα ἐστὶ τὰ μέρη αὐτῆς.

πλεῖστα μέντοι.

τί οὖν; ἔστι τι αὐτῶν ὃ ἔστι μὲν μέρος τῆς οὐσίας, οὐδὲν μέντοι μέρος;

καὶ πῶς ἄν τοι τοῦτο γένοιτο;

ἀλλ᾽ εἴπερ γε οἶμαι ἔστιν, ἀνάγκη αὐτὸ ἀεί, ἕωσπερ ἂν ἦι, ἕν γέ τι εἶναι, μηδὲν δὲ ἀδύνατον.

ἀνάγκη.

πρὸς ἅπαντι ἄρα ἑκάστωι τῶι τῆς οὐσίας μέρει πρόσεστιν τὸ ἕν, οὐκ ἀπολειπόμενον οὔτε σμικροτέρου οὔτε μείζονος μέρους οὔτε ἄλλου οὐδενός.

[144d] οὕτω.

ἆρα οὖν ἓν ὂν πολλαχοῦ ἅμα ὅλον ἐστί; τοῦτο ἄθρει.

ἀλλ᾽ ἀθρῶ καὶ ὁρῶ ὅτι ἀδύνατον.

μεμερισμένον ἄρα, εἴπερ μὴ ὅλον· ἄλλως γάρ που οὐδαμῶς ἅμα ἅπασι τοῖς τῆς οὐσίας μέρεσιν παρέσται ἢ μεμερισμένον.

ναί.

καὶ μὴν τό γε μεριστὸν πολλὴ ἀνάγκη εἶναι τοσαῦτα ὅσαπερ μέρη.

ἀνάγκη.

οὐκ ἄρα ἀληθῆ ἄρτι ἐλέγομεν λέγοντες ὡς πλεῖστα μέρη ἡ οὐσία νενεμημένη εἴη. οὐδὲ γὰρ πλείω τοῦ ἑνὸς νενέμηται, ἀλλ᾽ ἴσα, ὡς ἔοικε, τῶι ἑνί· [144e] οὔτε γὰρ τὸ ὂν τοῦ ἑνὸς ἀπολείπεται οὔτε τὸ ἓν τοῦ ὄντος, ἀλλ᾽ ἐξισοῦσθον δύο ὄντε ἀεὶ παρὰ πάντα.

παντάπασιν οὕτω φαίνεται.

τὸ ἓν ἄρα αὐτὸ κεκερματισμένον ὑπὸ τῆς οὐσίας πολλά τε καὶ ἄπειρα τὸ πλῆθός ἐστιν.

φαίνεται.

οὐ μόνον ἄρα τὸ ὂν ἓν πολλά ἐστιν, ἀλλὰ καὶ αὐτὸ τὸ ἓν ὑπὸ τοῦ ὄντος διανενεμημένον πολλὰ ἀνάγκη εἶναι. παντάπασι μὲν οὖν.

καὶ μὴν ὅτι γε ὅλου τὰ μόρια μόρια, πεπερασμένον ἂν εἴη κατὰ τὸ ὅλον τὸ ἕν· ἢ οὐ περιέχεται ὑπὸ τοῦ ὅλου τὰ μόρια;

[145a] ἀνάγκη.

ἀλλὰ μὴν τό γε περιέχον πέρας ἂν εἴη.

πῶς δ᾽ οὔ;

τὸ ἓν ἄρα ὂν ἕν τέ ἐστί που καὶ πολλά, καὶ ὅλον καὶ μόρια, καὶ πεπερασμένον καὶ ἄπειρον πλήθει.

φαίνεται.

ἆρ᾽ οὖν οὐκ, ἐπείπερ πεπερασμένον, καὶ ἔσχατα ἔχον;

ἀνάγκη.

τί δέ; εἰ ὅλον, οὐ καὶ ἀρχὴν ἂν ἔχοι καὶ μέσον καὶ τελευτήν; ἢ οἷόν τέ τι ὅλον εἶναι ἄνευ τριῶν τούτων; κἄν του ἓν ὁτιοῦν αὐτῶν ἀποστατῆι, ἐθελήσει ἔτι ὅλον εἶναι;

οὐκ ἐθελήσει.

[145b] καὶ ἀρχὴν δή, ὡς ἔοικεν, καὶ τελευτὴν καὶ μέσον ἔχοι ἂν τὸ ἕν.

ἔχοι.

ἀλλὰ μὴν τό γε μέσον ἴσον τῶν ἐσχάτων ἀπέχει· οὐ γὰρ ἂν ἄλλως μέσον εἴη.

οὐ γάρ.

καὶ σχήματος δή τινος, ὡς ἔοικε, τοιοῦτον ὂν μετέχοι ἂν τὸ ἕν, ἤτοι εὐθέος ἢ στρογγύλου ἤ τινος μεικτοῦ ἐξ ἀμφοῖν.

μετέχοι γὰρ ἄν.

ἆρ᾽ οὖν οὕτως ἔχον οὐκ αὐτό τε ἐν ἑαυτῶι ἔσται καὶ ἐν ἄλλωι;

πῶς;

τῶν μερῶν που ἕκαστον ἐν τῶι ὅλωι ἐστὶ καὶ οὐδὲν ἐκτὸς τοῦ ὅλου.

οὕτω.

πάντα δὲ τὰ μέρη ὑπὸ τοῦ ὅλου περιέχεται;

[145c] ναί.

καὶ μὴν τά γε πάντα μέρη τὰ αὑτοῦ τὸ ἕν ἐστι, καὶ οὔτε τι πλέον οὔτε ἔλαττον ἢ πάντα.

οὐ γάρ.

οὐκοῦν καὶ τὸ ὅλον τὸ ἕν ἐστιν;

πῶς δ᾽ οὔ;

εἰ ἄρα πάντα τὰ μέρη ἐν ὅλωι τυγχάνει ὄντα, ἔστι δὲ τά τε πάντα τὸ ἓν καὶ αὐτὸ τὸ ὅλον, περιέχεται δὲ ὑπὸ τοῦ ὅλου τὰ πάντα, ὑπὸ τοῦ ἑνὸς ἂν περιέχοιτο τὸ ἕν, καὶ οὕτως ἂν ἤδη τὸ ἓν αὐτὸ ἐν ἑαυτῶι εἴη.

φαίνεται.

ἀλλὰ μέντοι τό γε ὅλον αὖ οὐκ ἐν τοῖς μέρεσίν ἐστιν, οὔτε ἐν πᾶσιν οὔτε ἐν τινί. εἰ γὰρ ἐν πᾶσιν, ἀνάγκη καὶ ἐν ἑνί· [145d] ἔν τινι γὰρ ἑνὶ μὴ ὂν οὐκ ἂν ἔτι που δύναιτο ἔν γε ἅπασιν εἶναι· εἰ δὲ τοῦτο μὲν τὸ ἓν τῶν ἁπάντων ἐστί, τὸ δὲ ὅλον ἐν τούτωι μὴ ἔνι, πῶς ἔτι ἔν γε τοῖς πᾶσιν ἐνέσται;

οὐδαμῶς.

οὐδὲ μὴν ἐν τισὶ τῶν μερῶν· εἰ γὰρ ἐν τισὶ τὸ ὅλον εἴη, τὸ πλέον ἂν ἐν τῶι ἐλάττονι εἴη, ὅ ἐστιν ἀδύνατον.

ἀδύνατον γάρ.

μὴ ὂν δ᾽ ἐν πλέοσιν μηδ᾽ ἐν ἑνὶ μηδ᾽ ἐν ἅπασι τοῖς μέρεσι τὸ ὅλον οὐκ ἀνάγκη ἐν ἑτέρωι τινὶ εἶναι ἢ μηδαμοῦ ἔτι εἶναι;

[145e] ἀνάγκη.

οὐκοῦν μηδαμοῦ μὲν ὂν οὐδὲν ἂν εἴη, ὅλον δὲ ὄν, ἐπειδὴ οὐκ ἐν αὑτῶι ἐστιν, ἀνάγκη ἐν ἄλλωι εἶναι;

πάνυ γε.

ἧι μὲν ἄρα τὸ ἓν ὅλον, ἐν ἄλλωι ἐστίν· ἧι δὲ τὰ πάντα μέρη ὄντα τυγχάνει, αὐτὸ ἐν ἑαυτῶι· καὶ οὕτω τὸ ἓν ἀνάγκη αὐτό τε ἐν ἑαυτῶι εἶναι καὶ ἐν ἑτέρωι.

ἀνάγκη.

οὕτω δὴ πεφυκὸς τὸ ἓν ἆρ᾽ οὐκ ἀνάγκη καὶ κινεῖσθαι καὶ ἑστάναι;

πῆι;

ἕστηκε μέν που, εἴπερ αὐτὸ ἐν ἑαυτῶι ἐστιν· [146a] ἐν γὰρ ἑνὶ ὂν καὶ ἐκ τούτου μὴ μεταβαῖνον ἐν τῶι αὐτῶι ἂν εἴη, ἐν ἑαυτῶι.

ἔστι γάρ.

τὸ δέ γε ἐν τῶι αὐτῶι ἀεὶ ὂν ἑστὸς δήπου ἀνάγκη ἀεὶ εἶναι.

πάνυ γε.

τί δέ; τὸ ἐν ἑτέρωι ἀεὶ ὂν οὐ τὸ ἐναντίον ἀνάγκη μηδέποτ᾽ ἐν ταὐτῶι εἶναι, μηδέποτε δὲ ὂν ἐν τῶι αὐτῶι μηδὲ ἑστάναι, μὴ ἑστὸς δὲ κινεῖσθαι;

οὕτως.

ἀνάγκη ἄρα τὸ ἕν, αὐτό τε ἐν ἑαυτῶι ἀεὶ ὂν καὶ ἐν ἑτέρωι, ἀεὶ κινεῖσθαί τε καὶ ἑστάναι.

φαίνεται.

καὶ μὴν ταὐτόν γε δεῖ εἶναι αὐτὸ ἑαυτῶι καὶ ἕτερον ἑαυτοῦ, [146b] καὶ τοῖς ἄλλοις ὡσαύτως ταὐτόν τε καὶ ἕτερον εἶναι, εἴπερ καὶ τὰ πρόσθεν πέπονθεν.

πῶς;

πᾶν που πρὸς ἅπαν ὧδε ἔχει, ἢ ταὐτόν ἐστιν ἢ ἕτερον· ἢ ἐὰν μὴ ταὐτὸν ἦι μηδ᾽ ἕτερον, μέρος ἂν εἴη τούτου πρὸς ὃ οὕτως ἔχει, ἢ ὡς πρὸς μέρος ὅλον ἂν εἴη.

φαίνεται.

ἆρ᾽ οὖν τὸ ἓν αὐτὸ αὑτοῦ μέρος ἐστίν;

οὐδαμῶς.

οὐδ᾽ ἄρα ὡς πρὸς μέρος αὐτὸ αὑτοῦ ὅλον ἂν εἴη, πρὸς ἑαυτὸ μέρος ὄν.

οὐ γὰρ οἷόν τε.

ἀλλ᾽ ἆρα ἕτερόν ἐστιν ἑνὸς τὸ ἕν;

[146c] οὐ δῆτα.

οὐδ᾽ ἄρα ἑαυτοῦ γε ἕτερον ἂν εἴη.

οὐ μέντοι.

εἰ οὖν μήτε ἕτερον μήτε ὅλον μήτε μέρος αὐτὸ πρὸς ἑαυτό ἐστιν, οὐκ ἀνάγκη ἤδη ταὐτὸν εἶναι αὐτὸ ἑαυτῶι;

ἀνάγκη.

τί δέ; τὸ ἑτέρωθι ὂν αὐτὸ ἑαυτοῦ ἐν τῶι αὐτῶι ὄντος ἑαυτῶι οὐκ ἀνάγκη αὐτὸ ἑαυτοῦ ἕτερον εἶναι, εἴπερ καὶ ἑτέρωθι ἔσται;

ἔμοιγε δοκεῖ.

οὕτω μὴν ἐφάνη ἔχον τὸ ἕν, αὐτό τε ἐν ἑαυτῶι ὂν ἅμα καὶ ἐν ἑτέρωι.

ἐφάνη γάρ.

ἕτερον ἄρα, ὡς ἔοικεν, εἴη ταύτηι ἂν ἑαυτοῦ τὸ ἕν.

ἔοικεν.

[146d] τί οὖν; εἴ τού τι ἕτερόν ἐστιν, οὐχ ἑτέρου ὄντος ἕτερον ἔσται;

ἀνάγκη.

οὐκοῦν ὅσα μὴ ἕν ἐστιν, ἅπανθ᾽ ἕτερα τοῦ ἑνός, καὶ τὸ ἓν τῶν μὴ ἕν;

πῶς δ᾽ οὔ;

ἕτερον ἄρα ἂν εἴη τὸ ἓν τῶν ἄλλων.

ἕτερον.

ὅρα δή· αὐτό τε ταὐτὸν καὶ τὸ ἕτερον ἆρ᾽ οὐκ ἐναντία ἀλλήλοις;

πῶς δ᾽ οὔ;

ἦ οὖν ἐθελήσει ταὐτὸν ἐν τῶι ἑτέρωι ἢ τὸ ἕτερον ἐν ταὐτῶι ποτε εἶναι;

οὐκ ἐθελήσει.

εἰ ἄρα τὸ ἕτερον ἐν τῶι αὐτῶι μηδέποτε ἔσται, οὐδὲν ἔστι τῶν ὄντων ἐν ὧι ἐστὶν τὸ ἕτερον χρόνον οὐδένα· [146e] εἰ γὰρ ὁντινοῦν εἴη ἔν τωι, ἐκεῖνον ἂν τὸν χρόνον ἐν ταὐτῶι εἴη τὸ ἕτερον. οὐχ οὕτως;

οὕτως.

ἐπειδὴ δ᾽ οὐδέποτε ἐν τῶι αὐτῶι ἐστιν, οὐδέποτε ἔν τινι τῶν ὄντων ἂν εἴη τὸ ἕτερον. ἀληθῆ. οὔτ᾽ ἄρα ἐν τοῖς μὴ ἓν οὔτε ἐν τῶι ἑνὶ ἐνείη ἂν τὸ ἕτερον.

οὐ γὰρ οὖν.

οὐκ ἄρα τῶι ἑτέρωι γ᾽ ἂν εἴη τὸ ἓν τῶν μὴ ἓν οὐδὲ τὰ μὴ ἓν τοῦ ἑνὸς ἕτερα.

οὐ γάρ.

οὐδὲ μὴν ἑαυτοῖς γε ἕτερ᾽ ἂν εἴη ἀλλήλων, μὴ μετέχοντα τοῦ ἑτέρου.

[147a] πῶς γάρ; εἰ δὲ μήτε αὑτοῖς ἕτερά ἐστι μήτε τῶι ἑτέρωι, οὐ πάντηι ἤδη ἂν ἐκφεύγοι τὸ μὴ ἕτερα εἶναι ἀλλήλων;

ἐκφεύγοι.

ἀλλὰ μὴν οὐδὲ τοῦ ἑνός γε μετέχει τὰ μὴ ἕν· οὐ γὰρ ἂν μὴ ἓν ἦν, ἀλλά πηι ἂν ἓν ἦν.

ἀληθῆ.

οὐδ᾽ ἂν ἀριθμὸς εἴη ἄρα τὰ μὴ ἕν· οὐδὲ γὰρ ἂν οὕτω μὴ ἓν ἦν παντάπασιν, ἀριθμόν γε ἔχοντα.

οὐ γὰρ οὖν.

τί δέ; τὰ μὴ ἓν τοῦ ἑνὸς ἆρα μόριά ἐστιν; ἢ κἂν οὕτω μετεῖχε τοῦ ἑνὸς τὰ μὴ ἕν;

μετεῖχεν.