Platon
427 - 347 a. Chr. n.
Παρμενίδηςἢ περὶ ἰδεῶν· λογικός
140e - 144a
|
|
___________________________________________________
|
|
[140e] τί δέ; πρεσβύτερον ἢ νεώτερον ἢ τὴν αὐτὴν ἡλικίαν ἔχειν τὸ ἓν δοκεῖ τωι δυνατὸν εἶναι;τί δὴ γὰρ οὔ;ὅτι που ἡλικίαν μὲν τὴν αὐτὴν ἔχον ἢ αὑτῶι ἢ ἄλλωι ἰσότητος χρόνου καὶ ὁμοιότητος μεθέξει, ὧν ἐλέγομεν οὐ μετεῖναι τῶι ἑνί, οὔτε ὁμοιότητος οὔτε ἰσότητος.ἐλέγομεν γὰρ οὖν.καὶ μὴν καὶ ὅτι ἀνομοιότητός τε καὶ ἀνισότητος οὐ μετέχει, καὶ τοῦτο ἐλέγομεν.πάνυ μὲν οὖν.[141a] πῶς οὖν οἷόν τε ἔσται τινὸς ἢ πρεσβύτερον ἢ νεώτερον εἶναι ἢ τὴν αὐτὴν ἡλικίαν ἔχειν τωι τοιοῦτον ὄν;οὐδαμῶς.οὐκ ἄρα ἂν εἴη νεώτερόν γε οὐδὲ πρεσβύτερον οὐδὲ τὴν αὐτὴν ἡλικίαν ἔχον τὸ ἓν οὔτε αὑτῶι οὔτε ἄλλωι. οὐ φαίνεται.ἆρ᾽ οὖν οὐδὲ ἐν χρόνωι τὸ παράπαν δύναιτο ἂν εἶναι τὸ ἕν, εἰ τοιοῦτον εἴη; ἢ οὐκ ἀνάγκη, ἐάν τι ἦι ἐν χρόνωι, ἀεὶ αὐτὸ αὑτοῦ πρεσβύτερον γίγνεσθαι;ἀνάγκη.οὐκοῦν τό γε πρεσβύτερον ἀεὶ νεωτέρου πρεσβύτερον;[141b] τί μήν;τὸ πρεσβύτερον ἄρα ἑαυτοῦ γιγνόμενον καὶ νεώτερον ἑαυτοῦ ἅμα γίγνεται, εἴπερ μέλλει ἔχειν ὅτου πρεσβύτερον γίγνηται.πῶς λέγεις;ὧδε· διάφορον ἕτερον ἑτέρου οὐδὲν δεῖ γίγνεσθαι ἤδη ὄντος διαφόρου, ἀλλὰ τοῦ μὲν ἤδη ὄντος ἤδη εἶναι, τοῦ δὲ γεγονότος γεγονέναι, τοῦ δὲ μέλλοντος μέλλειν, τοῦ δὲ γιγνομένου οὔτε γεγονέναι οὔτε μέλλειν οὔτε εἶναί πω διάφορον, ἀλλὰ γίγνεσθαι καὶ ἄλλως οὐκ εἶναι.ἀνάγκη γὰρ δή.ἀλλὰ μὴν τό γε πρεσβύτερον διαφορότης νεωτέρου ἐστὶν [141c] καὶ οὐδενὸς ἄλλου.ἔστι γάρ.τὸ ἄρα πρεσβύτερον ἑαυτοῦ γιγνόμενον ἀνάγκη καὶ νεώτερον ἅμα ἑαυτοῦ γίγνεσθαι.ἔοικεν.ἀλλὰ μὴν καὶ μήτε πλείω ἑαυτοῦ γίγνεσθαι χρόνον μήτε ἐλάττω, ἀλλὰ τὸν ἴσον χρόνον καὶ γίγνεσθαι ἑαυτῶι καὶ εἶναι καὶ γεγονέναι καὶ μέλλειν ἔσεσθαι.ἀνάγκη γὰρ οὖν καὶ ταῦτα.ἀνάγκη ἄρα ἐστίν, ὡς ἔοικεν, [141d] ὅσα γε ἐν χρόνωι ἐστὶν καὶ μετέχει τοῦ τοιούτου, ἕκαστον αὐτῶν τὴν αὐτήν τε αὐτὸ αὑτῶι ἡλικίαν ἔχειν καὶ πρεσβύτερόν τε αὑτοῦ ἅμα καὶ νεώτερον γίγνεσθαι.κινδυνεύει.ἀλλὰ μὴν τῶι γε ἑνὶ τῶν τοιούτων παθημάτων οὐδὲν μετῆν.οὐ γὰρ μετῆν.οὐδὲ ἄρα χρόνου αὐτῶι μέτεστιν, οὐδ᾽ ἔστιν ἔν τινι χρόνωι.οὔκουν δή, ὥς γε ὁ λόγος αἱρεῖ.τί οὖν; τὸ ἦν καὶ τὸ γέγονε καὶ τὸ ἐγίγνετο οὐ χρόνου μέθεξιν δοκεῖ σημαίνειν τοῦ ποτὲ γεγονότος;καὶ μάλα.[141e] τί δέ; τὸ ἔσται καὶ τὸ γενήσεται καὶ τὸ γενηθήσεται οὐ τοῦ ἔπειτα τοῦ μέλλοντος;ναί.τὸ δὲ δὴ ἔστι καὶ τὸ γίγνεται οὐ τοῦ νῦν παρόντος;πάνυ μὲν οὖν.εἰ ἄρα τὸ ἓν μηδαμῆι μηδενὸς μετέχει χρόνου, οὔτε ποτὲ γέγονεν οὔτ᾽ ἐγίγνετο οὔτ᾽ ἦν ποτέ, οὔτε νῦν γέγονεν οὔτε γίγνεται οὔτε ἔστιν, οὔτ᾽ ἔπειτα γενήσεται οὔτε γενηθήσεται οὔτε ἔσται.ἀληθέστατα.ἔστιν οὖν οὐσίας ὅπως ἄν τι μετάσχοι ἄλλως ἢ κατὰ τούτων τι;οὐκ ἔστιν.οὐδαμῶς ἄρα τὸ ἓν οὐσίας μετέχει.οὐκ ἔοικεν.οὐδαμῶς ἄρα ἔστι τὸ ἕν.οὐ φαίνεται.οὐδ᾽ ἄρα οὕτως ἔστιν ὥστε ἓν εἶναι· εἴη γὰρ ἂν ἤδη ὂν καὶ οὐσίας μετέχον· ἀλλ᾽ ὡς ἔοικεν, τὸ ἓν οὔτε ἕν ἐστιν οὔτε ἔστιν, εἰ δεῖ τῶι τοιῶιδε λόγωι πιστεύειν.[142a] κινδυνεύει.ὃ δὲ μὴ ἔστι, τούτωι τῶι μὴ ὄντι εἴη ἄν τι αὐτῶι ἢ αὐτοῦ;καὶ πῶς;οὐδ᾽ ἄρα ὄνομα ἔστιν αὐτῶι οὐδὲ λόγος οὐδέ τις ἐπιστήμη οὐδὲ αἴσθησις οὐδὲ δόξα.οὐ φαίνεται.οὐδ᾽ ὀνομάζεται ἄρα οὐδὲ λέγεται οὐδὲ δοξάζεται οὐδὲ γιγνώσκεται, οὐδέ τι τῶν ὄντων αὐτοῦ αἰσθάνεται.οὐκ ἔοικεν.ἦ δυνατὸν οὖν περὶ τὸ ἓν ταῦτα οὕτως ἔχειν;οὔκουν ἔμοιγε δοκεῖ.[142b] βούλει οὖν ἐπὶ τὴν ὑπόθεσιν πάλιν ἐξ ἀρχῆς ἐπανέλθωμεν, ἐάν τι ἡμῖν ἐπανιοῦσιν ἀλλοῖον φανῆι;πάνυ μὲν οὖν βούλομαι.οὐκοῦν ἓν εἰ ἔστιν, φαμέν, τὰ συμβαίνοντα περὶ αὐτοῦ, ποῖά ποτε τυγχάνει ὄντα, διομολογητέα ταῦτα· οὐχ οὕτω;ναί.ὅρα δὴ ἐξ ἀρχῆς. ἓν εἰ ἔστιν, ἆρα οἷόν τε αὐτὸ εἶναι μέν, οὐσίας δὲ μὴ μετέχειν;οὐχ οἷόν τε.οὐκοῦν καὶ ἡ οὐσία τοῦ ἑνὸς εἴη ἂν οὐ ταὐτὸν οὖσα τῶι ἑνί· οὐ γὰρ ἂν ἐκείνη ἦν ἐκείνου οὐσία, [142c] οὐδ᾽ ἂν ἐκεῖνο, τὸ ἕν, ἐκείνης μετεῖχεν, ἀλλ᾽ ὅμοιον ἂν ἦν λέγειν ἕν τε εἶναι καὶ ἓν ἕν. νῦν δὲ οὐχ αὕτη ἐστὶν ἡ ὑπόθεσις, εἰ ἓν ἕν, τί χρὴ συμβαίνειν, ἀλλ᾽ εἰ ἓν ἔστιν· οὐχ οὕτω;πάνυ μὲν οὖν.οὐκοῦν ὡς ἄλλο τι σημαῖνον τὸ ἔστι τοῦ ἕν;ἀνάγκη.ἆρα οὖν ἄλλο ἢ ὅτι οὐσίας μετέχει τὸ ἕν, τοῦτ᾽ ἂν εἴη τὸ λεγόμενον, ἐπειδάν τις συλλήβδην εἴπηι ὅτι ἓν ἔστιν;πάνυ γε.πάλιν δὴ λέγωμεν, ἓν εἰ ἔστιν, τί συμβήσεται. σκόπει οὖν εἰ οὐκ ἀνάγκη ταύτην τὴν ὑπόθεσιν τοιοῦτον ὂν τὸ ἓν σημαίνειν, οἷον μέρη ἔχειν;[142d] πῶς;ὧδε· εἰ τὸ ἔστι τοῦ ἑνὸς ὄντος λέγεται καὶ τὸ ἓν τοῦ ὄντος ἑνός, ἔστι δὲ οὐ τὸ αὐτὸ ἥ τε οὐσία καὶ τὸ ἕν, τοῦ αὐτοῦ δὲ ἐκείνου οὗ ὑπεθέμεθα, τοῦ ἑνὸς ὄντος, ἆρα οὐκ ἀνάγκη τὸ μὲν ὅλον ἓν ὂν εἶναι αὐτό, τούτου δὲ γίγνεσθαι μόρια τό τε ἓν καὶ τὸ εἶναι;ἀνάγκη.πότερον οὖν ἑκάτερον τῶν μορίων τούτων μόριον μόνον προσεροῦμεν, ἢ τοῦ ὅλου μόριον τό γε μόριον προσρητέον; τοῦ ὅλου.καὶ ὅλον ἄρα ἐστί, ὃ ἂν ἓν ἦι, καὶ μόριον ἔχει.πάνυ γε.τί οὖν; τῶν μορίων ἑκάτερον τούτων τοῦ ἑνὸς ὄντος, [142e] τό τε ἓν καὶ τὸ ὄν, ἆρα ἀπολείπεσθον ἢ τὸ ἓν τοῦ εἶναι μορίου ἢ τὸ ὂν τοῦ ἑνὸς μορίου;οὐκ ἂν εἴη.πάλιν ἄρα καὶ τῶν μορίων ἑκάτερον τό τε ἓν ἴσχει καὶ τὸ ὄν, καὶ γίγνεται τὸ ἐλάχιστον ἐκ δυοῖν αὖ μορίοιν τὸ μόριον, καὶ κατὰ τὸν αὐτὸν λόγον οὕτως ἀεί, ὅτιπερ ἂν μόριον γένηται, τούτω τὼ μορίω ἀεὶ ἴσχει· τό τε γὰρ ἓν τὸ ὂν ἀεὶ ἴσχει καὶ τὸ ὂν τὸ ἕν· ὥστε ἀνάγκη δύ᾽ ἀεὶ γιγνόμενον μηδέποτε ἓν εἶναι.[143a] παντάπασι μὲν οὖν.οὐκοῦν ἄπειρον ἂν τὸ πλῆθος οὕτω τὸ ἓν ὂν εἴη;ἔοικεν.ἴθι δὴ καὶ τῆιδε ἔτι.πῆι;οὐσίας φαμὲν μετέχειν τὸ ἕν, διὸ ἔστιν;ναί.καὶ διὰ ταῦτα δὴ τὸ ἓν ὂν πολλὰ ἐφάνη.οὕτω.τί δέ; αὐτὸ τὸ ἕν, ὃ δή φαμεν οὐσίας μετέχειν, ἐὰν αὐτὸ τῆι διανοίαι μόνον καθ᾽ αὑτὸ λάβωμεν ἄνευ τούτου οὗ φαμεν μετέχειν, ἆρά γε ἓν μόνον φανήσεται ἢ καὶ πολλὰ τὸ αὐτὸ τοῦτο;ἕν, οἶμαι ἔγωγε.[143b] ἴδωμεν δή· ἄλλο τι ἕτερον μὲν ἀνάγκη τὴν οὐσίαν αὐτοῦ εἶναι, ἕτερον δὲ αὐτό, εἴπερ μὴ οὐσία τὸ ἕν, ἀλλ᾽ ὡς ἓν οὐσίας μετέσχεν.ἀνάγκη.οὐκοῦν εἰ ἕτερον μὲν ἡ οὐσία, ἕτερον δὲ τὸ ἕν, οὔτε τῶι ἓν τὸ ἓν τῆς οὐσίας ἕτερον οὔτε τῶι οὐσία εἶναι ἡ οὐσία τοῦ ἑνὸς ἄλλο, ἀλλὰ τῶι ἑτέρωι τε καὶ ἄλλωι ἕτερα ἀλλήλων.πάνυ μὲν οὖν.ὥστε οὐ ταὐτόν ἐστιν οὔτε τῶι ἑνὶ οὔτε τῆι οὐσίαι τὸ ἕτερον.πῶς γάρ;τί οὖν; ἐὰν προελώμεθα αὐτῶν εἴτε βούλει τὴν οὐσίαν καὶ τὸ ἕτερον [143c] εἴτε τὴν οὐσίαν καὶ τὸ ἓν εἴτε τὸ ἓν καὶ τὸ ἕτερον, ἆρ᾽ οὐκ ἐν ἑκάστηι τῆι προαιρέσει προαιρούμεθά τινε ὣ ὀρθῶς ἔχει καλεῖσθαι ἀμφοτέρω;πῶς;ὧδε· ἔστιν οὐσίαν εἰπεῖν;ἔστιν.καὶ αὖθις εἰπεῖν ἕν;καὶ τοῦτο.ἆρ᾽ οὖν οὐχ ἑκάτερον αὐτοῖν εἴρηται;ναί.τί δ᾽ ὅταν εἴπω οὐσία τε καὶ ἕν, ἆρα οὐκ ἀμφοτέρω;πάνυ γε.οὐκοῦν καὶ ἐὰν οὐσία τε καὶ ἕτερον ἢ ἕτερόν τε καὶ ἕν, καὶ οὕτω πανταχῶς ἐφ᾽ ἑκάστου ἄμφω λέγω;[143d] ναί.ὣ δ᾽ ἂν ἄμφω ὀρθῶς προσαγορεύησθον, ἆρα οἷόν τε ἄμφω μὲν αὐτὼ εἶναι, δύο δὲ μή;οὐχ οἷόν τε.ὣ δ᾽ ἂν δύο ἦτον, ἔστι τις μηχανὴ μὴ οὐχ ἑκάτερον αὐτοῖν ἓν εἶναι;οὐδεμία.τούτων ἄρα ἐπείπερ σύνδυο ἕκαστα συμβαίνει εἶναι, καὶ ἓν ἂν εἴη ἕκαστον.φαίνεται.εἰ δὲ ἓν ἕκαστον αὐτῶν ἐστι, συντεθέντος ἑνὸς ὁποιουοῦν ἡιτινιοῦν συζυγίαι οὐ τρία γίγνεται τὰ πάντα;ναί.τρία δὲ οὐ περιττὰ καὶ δύο ἄρτια;πῶς δ᾽ οὔ;τί δέ; δυοῖν ὄντοιν οὐκ ἀνάγκη εἶναι καὶ δίς, [143e] καὶ τριῶν ὄντων τρίς, εἴπερ ὑπάρχει τῶι τε δύο τὸ δὶς ἓν καὶ τῶι τρία τὸ τρὶς ἕν;ἀνάγκη.δυοῖν δὲ ὄντοιν καὶ δὶς οὐκ ἀνάγκη δύο δὶς εἶναι; καὶ τριῶν καὶ τρὶς οὐκ ἀνάγκη αὖ τρία τρὶς εἶναι;πῶς δ᾽ οὔ;τί δέ; τριῶν ὄντων καὶ δὶς ὄντων καὶ δυοῖν ὄντοιν καὶ τρὶς ὄντοιν οὐκ ἀνάγκη τε τρία δὶς εἶναι καὶ δύο τρίς;πολλή γε.ἄρτιά τε ἄρα ἀρτιάκις ἂν εἴη καὶ περιττὰ περιττάκις [144a] καὶ ἄρτια περιττάκις καὶ περιττὰ ἀρτιάκις.ἔστιν οὕτω.εἰ οὖν ταῦτα οὕτως ἔχει, οἴει τινὰ ἀριθμὸν ὑπολείπεσθαι ὃν οὐκ ἀνάγκη εἶναι;οὐδαμῶς γε.εἰ ἄρα ἔστιν ἕν, ἀνάγκη καὶ ἀριθμὸν εἶναι.ἀνάγκη.ἀλλὰ μὴν ἀριθμοῦ γε ὄντος πολλὰ ἂν εἴη καὶ πλῆθος ἄπειρον τῶν ὄντων· ἢ οὐκ ἄπειρος ἀριθμὸς πλήθει καὶ μετέχων οὐσίας γίγνεται;καὶ πάνυ γε.οὐκοῦν εἰ πᾶς ἀριθμὸς οὐσίας μετέχει, καὶ τὸ μόριον ἕκαστον τοῦ ἀριθμοῦ μετέχοι ἂν αὐτῆς; ναί. |