BIBLIOTHECA AUGUSTANA

 

Platon

427 - 347 a. Chr. n.

 

Παρμενίδης

ἢ περὶ ἰδεῶν· λογικός

 

137d - 140d

 

___________________________________________________

 

 

 

[137c] ἕτοιμός σοι, ὦ Παρμενίδη, φάναι, τοῦτο, τὸν Ἀριστοτέλη· ἐμὲ γὰρ λέγεις τὸν νεώτατον λέγων. ἀλλὰ ἐρώτα ὡς ἀποκρινουμένου.

εἶεν δή, φάναι· εἰ ἕν ἐστιν, ἄλλο τι οὐκ ἂν εἴη πολλὰ τὸ ἕν;

πῶς γὰρ ἄν;

οὔτε ἄρα μέρος αὐτοῦ οὔτε ὅλον αὐτὸ δεῖ εἶναι.

τί δή;

τὸ μέρος που ὅλου μέρος ἐστίν.

ναί.

τί δὲ τὸ ὅλον; οὐχὶ οὗ ἂν μέρος μηδὲν ἀπῆι ὅλον ἂν εἴη;

πάνυ γε.

ἀμφοτέρως ἄρα τὸ ἓν ἐκ μερῶν ἂν εἴη, ὅλον τε ὂν καὶ μέρη ἔχον.

[137d] ἀνάγκη.

ἀμφοτέρως ἂν ἄρα οὕτως τὸ ἓν πολλὰ εἴη ἀλλ᾽ οὐχ ἕν.

ἀληθῆ.

δεῖ δέ γε μὴ πολλὰ ἀλλ᾽ ἓν αὐτὸ εἶναι.

δεῖ.

οὔτ᾽ ἄρα ὅλον ἔσται οὔτε μέρη ἕξει, εἰ ἓν ἔσται τὸ ἕν.

οὐ γάρ.

οὐκοῦν εἰ μηδὲν ἔχει μέρος, οὔτ᾽ ἂν ἀρχὴν οὔτε τελευτὴν οὔτε μέσον ἔχοι· μέρη γὰρ ἂν ἤδη αὐτοῦ τὰ τοιαῦτα εἴη.

ὀρθῶς.

καὶ μὴν τελευτή γε καὶ ἀρχὴ πέρας ἑκάστου.

πῶς δ᾽ οὔ;

ἄπειρον ἄρα τὸ ἕν, εἰ μήτε ἀρχὴν μήτε τελευτὴν ἔχει.

ἄπειρον.

καὶ ἄνευ σχήματος ἄρα· [137e] οὔτε γὰρ στρογγύλου οὔτε εὐθέος μετέχει.

πῶς;

στρογγύλον γέ πού ἐστι τοῦτο οὗ ἂν τὰ ἔσχατα πανταχῆι ἀπὸ τοῦ μέσου ἴσον ἀπέχηι.

ναί.

καὶ μὴν εὐθύ γε, οὗ ἂν τὸ μέσον ἀμφοῖν τοῖν ἐσχάτοιν ἐπίπροσθεν ἦι.

οὕτως.

οὐκοῦν μέρη ἂν ἔχοι τὸ ἓν καὶ πολλὰ ἂν εἴη, εἴτε εὐθέος σχήματος εἴτε περιφεροῦς μετέχοι.

πάνυ μὲν οὖν.

οὔτε ἄρα εὐθὺ οὔτε περιφερές ἐστιν, [138a] ἐπείπερ οὐδὲ μέρη ἔχει.

ὀρθῶς.

καὶ μὴν τοιοῦτόν γε ὂν οὐδαμοῦ ἂν εἴη· οὔτε γὰρ ἐν ἄλλωι οὔτε ἐν ἑαυτῶι εἴη.

πῶς δή;

ἐν ἄλλωι μὲν ὂν κύκλωι που ἂν περιέχοιτο ὑπ᾽ ἐκείνου ἐν ὧι ἐνείη, καὶ πολλαχοῦ ἂν αὐτοῦ ἅπτοιτο πολλοῖς· τοῦ δὲ ἑνός τε καὶ ἀμεροῦς καὶ κύκλου μὴ μετέχοντος ἀδύνατον πολλαχῆι κύκλωι ἅπτεσθαι.

ἀδύνατον.

ἀλλὰ μὴν αὐτό γε ἐν ἑαυτῶι ὂν κἂν ἑαυτῶι εἴη περιέχον οὐκ ἄλλο ἢ αὑτό, εἴπερ καὶ ἐν ἑαυτῶι εἴη· [138b] ἔν τωι γάρ τι εἶναι μὴ περιέχοντι ἀδύνατον.

ἀδύνατον γάρ.

οὐκοῦν ἕτερον μὲν ἄν τι εἴη αὐτὸ τὸ περιέχον, ἕτερον δὲ τὸ περιεχόμενον· οὐ γὰρ ὅλον γε ἄμφω ταὐτὸν ἅμα πείσεται καὶ ποιήσει· καὶ οὕτω τὸ ἓν οὐκ ἂν εἴη ἔτι ἓν ἀλλὰ δύο.

οὐ γὰρ οὖν.

οὐκ ἄρα ἐστίν που τὸ ἕν, μήτε ἐν αὑτῶι μήτε ἐν ἄλλωι ἐνόν.

οὐκ ἔστιν.

ὅρα δή, οὕτως ἔχον εἰ οἷόν τέ ἐστιν ἑστάναι ἢ κινεῖσθαι.

τί δὴ γὰρ οὔ;

ὅτι κινούμενόν γε ἢ φέροιτο ἢ

ἀλλοιοῖτο ἄν· [138c] αὗται γὰρ μόναι κινήσεις.

ναί.

ἀλλοιούμενον δὲ τὸ ἓν ἑαυτοῦ ἀδύνατόν που ἓν ἔτι εἶναι.

ἀδύνατον.

οὐκ ἄρα κατ᾽ ἀλλοίωσίν γε κινεῖται.

οὐ φαίνεται.

ἀλλ᾽ ἆρα τῶι φέρεσθαι;

ἴσως.

καὶ μὴν εἰ φέροιτο τὸ ἕν, ἤτοι ἐν τῶι αὐτῶι ἂν περιφέροιτο κύκλωι ἢ μεταλλάττοι χώραν ἑτέραν ἐξ ἑτέρας.

ἀνάγκη.

οὐκοῦν κύκλωι μὲν περιφερόμενον ἐπὶ μέσου βεβηκέναι ἀνάγκη, καὶ τὰ περὶ τὸ μέσον φερόμενα ἄλλα μέρη ἔχειν ἑαυτοῦ· ὧι δὲ μήτε μέσου μήτε μερῶν προσήκει, [138d] τίς μηχανὴ τοῦτο κύκλωι ποτ᾽ ἐπὶ τοῦ μέσου ἐνεχθῆναι;

οὐδεμία.

ἀλλὰ δὴ χώραν ἀμεῖβον ἄλλοτ᾽ ἄλλοθι γίγνεται καὶ οὕτω κινεῖται;

εἴπερ γε δή.

οὐκοῦν εἶναι μέν που ἔν τινι αὐτῶι ἀδύνατον ἐφάνη;

ναί.

ἆρ᾽ οὖν γίγνεσθαι ἔτι ἀδυνατώτερον;

οὐκ ἐννοῶ ὅπηι.

εἰ ἔν τώι τι γίγνεται, οὐκ ἀνάγκη μήτε πω ἐν ἐκείνωι εἶναι ἔτι ἐγγιγνόμενον, μήτ᾽ ἔτι ἔξω ἐκείνου παντάπασιν, εἴπερ ἤδη ἐγγίγνεται;

ἀνάγκη.

[138e] εἰ ἄρα τι ἄλλο πείσεται τοῦτο, ἐκεῖνο ἂν μόνον πάσχοι οὗ μέρη εἴη· τὸ μὲν γὰρ ἄν τι αὐτοῦ ἤδη ἐν ἐκείνωι, τὸ δὲ ἔξω εἴη ἅμα· τὸ δὲ μὴ ἔχον μέρη οὐχ οἷόν τέ που ἔσται τρόπωι οὐδενὶ ὅλον ἅμα μήτε ἐντὸς εἶναί τινος μήτε ἔξω.

ἀληθῆ.

οὗ δὲ μήτε μέρη εἰσὶ μήτε ὅλον τυγχάνει ὄν, οὐ πολὺ ἔτι ἀδυνατώτερον ἐγγίγνεσθαί που, μήτε κατὰ μέρη μήτε κατὰ ὅλον ἐγγιγνόμενον;

φαίνεται.

οὔτ᾽ ἄρα ποι ἰὸν καὶ ἔν τωι γιγνόμενον χώραν ἀλλάττει, [139a] οὔτ᾽ ἐν τῶι αὐτῶι περιφερόμενον οὔτε ἀλλοιούμενον.

οὐκ ἔοικε.

κατὰ πᾶσαν ἄρα κίνησιν τὸ ἓν ἀκίνητον.

ἀκίνητον.

ἀλλὰ μὴν καὶ εἶναί γέ φαμεν ἔν τινι αὐτὸ ἀδύνατον.

φαμὲν γάρ.

οὐδ᾽ ἄρα ποτὲ ἐν τῶι αὐτῶι ἐστιν.

τί δή;

ὅτι ἤδη ἂν ἐν ἐκείνωι εἴη ἐν ὧι τῶι αὐτῶι ἐστιν.

πάνυ μὲν οὖν.

ἀλλ᾽ οὔτε ἐν αὑτῶι οὔτε ἐν ἄλλωι οἷόν τε ἦν αὐτῶι ἐνεῖναι.

οὐ γὰρ οὖν.

οὐδέποτε ἄρα ἐστὶ τὸ ἓν ἐν τῶι αὐτῶι.

[139b] οὐκ ἔοικεν.

ἀλλὰ μὴν τό γε μηδέποτε ἐν τῶι αὐτῶι ὂν οὔτε ἡσυχίαν ἄγει οὔθ᾽ ἕστηκεν.

οὐ γὰρ οἷόν τε.

τὸ ἓν ἄρα, ὡς ἔοικεν, οὔτε ἕστηκεν οὔτε κινεῖται.

οὔκουν δὴ φαίνεταί γε.

οὐδὲ μὴν ταὐτόν γε οὔτε ἑτέρωι οὔτε ἑαυτῶι ἔσται, οὐδ᾽ αὖ ἕτερον οὔτε αὑτοῦ οὔτε ἑτέρου ἂν εἴη.

πῆι δή;

ἕτερον μέν που ἑαυτοῦ ὂν ἑνὸς ἕτερον ἂν εἴη καὶ οὐκ ἂν εἴη ἕν.

ἀληθῆ.

καὶ μὴν ταὐτόν γε ἑτέρωι ὂν ἐκεῖνο ἂν εἴη, [139c] αὐτὸ δ᾽ οὐκ ἂν εἴη· ὥστε οὐδ᾽ ἂν οὕτως εἴη ὅπερ ἔστιν, ἕν, ἀλλ᾽ ἕτερον ἑνός.

οὐ γὰρ οὖν.

ταὐτὸν μὲν ἄρα ἑτέρωι ἢ ἕτερον ἑαυτοῦ οὐκ ἔσται.

οὐ γάρ.

ἕτερον δέ γε ἑτέρου οὐκ ἔσται, ἕως ἂν ἦι ἕν· οὐ γὰρ ἑνὶ προσήκει ἑτέρωι τινὸς εἶναι, ἀλλὰ μόνωι ἑτέρωι ἑτέρου, ἄλλωι δὲ οὐδενί.

ὀρθῶς.

τῶι μὲν ἄρα ἓν εἶναι οὐκ ἔσται ἕτερον· ἢ οἴει;

οὐ δῆτα.

ἀλλὰ μὴν εἰ μὴ τούτωι, οὐχ ἑαυτῶι ἔσται, εἰ δὲ μὴ αὑτῶι, οὐδὲ αὐτό· αὐτὸ δὲ μηδαμῆι ὂν ἕτερον οὐδενὸς ἔσται ἕτερον.

[139d] ὀρθῶς.

οὐδὲ μὴν ταὐτόν γε ἑαυτῶι ἔσται.

πῶς δ᾽ οὔ;

οὐχ ἥπερ τοῦ ἑνὸς φύσις, αὑτὴ δήπου καὶ τοῦ ταὐτοῦ. τί δή;

ὅτι οὐκ, ἐπειδὰν ταὐτὸν γένηταί τώι τι, ἓν γίγνεται.

ἀλλὰ τί μήν;

τοῖς πολλοῖς ταὐτὸν γενόμενον πολλὰ ἀνάγκη γίγνεσθαι ἀλλ᾽ οὐχ ἕν.

ἀληθῆ.

ἀλλ᾽ εἰ τὸ ἓν καὶ τὸ ταὐτὸν μηδαμῆι διαφέρει, ὁπότε τι ταὐτὸν ἐγίγνετο, ἀεὶ ἂν ἓν ἐγίγνετο, καὶ ὁπότε ἕν, ταὐτόν.

πάνυ γε.

[139e] εἰ ἄρα τὸ ἓν ἑαυτῶι ταὐτὸν ἔσται, οὐχ ἓν ἑαυτῶι ἔσται· καὶ οὕτω ἓν ὂν οὐχ ἓν ἔσται. ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον· ἀδύνατον ἄρα καὶ τῶι ἑνὶ ἢ ἑτέρου ἕτερον εἶναι ἢ ἑαυτῶι ταὐτόν.

ἀδύνατον.

οὕτω δὴ ἕτερόν γε ἢ ταὐτὸν τὸ ἓν οὔτ᾽ ἂν αὑτῶι οὔτ᾽ ἂν ἑτέρωι εἴη.

οὐ γὰρ οὖν.

οὐδὲ μὴν ὅμοιόν τινι ἔσται οὐδ᾽ ἀνόμοιον οὔτε αὑτῶι οὔτε ἑτέρωι.

τί δή;

ὅτι τὸ ταὐτόν που πεπονθὸς ὅμοιον.

ναί.

τοῦ δέ γε ἑνὸς χωρὶς ἐφάνη τὴν φύσιν τὸ ταὐτόν.

[140a] ἐφάνη γάρ.

ἀλλὰ μὴν εἴ τι πέπονθε χωρὶς τοῦ ἓν εἶναι τὸ ἕν, πλείω ἂν εἶναι πεπόνθοι ἢ ἕν, τοῦτο δὲ ἀδύνατον.

ναί.

οὐδαμῶς ἔστιν ἄρα ταὐτὸν πεπονθὸς εἶναι τὸ ἓν οὔτε ἄλλωι οὔτε ἑαυτῶι.

οὐ φαίνεται.

οὐδὲ ὅμοιον ἄρα δυνατὸν αὐτὸ εἶναι οὔτε ἄλλωι οὔτε ἑαυτῶι.

οὐκ ἔοικεν.

οὐδὲ μὴν ἕτερόν γε πέπονθεν εἶναι τὸ ἕν· καὶ γὰρ οὕτω πλείω ἂν πεπόνθοι εἶναι ἢ ἕν.

πλείω γάρ.

τό γε μὴν ἕτερον πεπονθὸς ἢ ἑαυτοῦ ἢ ἄλλου ἀνόμοιον ἂν εἴη ἢ ἑαυτῶι ἢ ἄλλωι, εἴπερ τὸ ταὐτὸν πεπονθὸς ὅμοιον.

[140b] ὀρθῶς.

τὸ δέ γε ἕν, ὡς ἔοικεν, οὐδαμῶς ἕτερον πεπονθὸς οὐδαμῶς ἀνόμοιόν ἐστιν οὔτε αὑτῶι οὔτε ἑτέρωι.

οὐ γὰρ οὖν.

οὔτε ἄρα ὅμοιον οὔτε ἀνόμοιον οὔθ᾽ ἑτέρωι οὔτε ἑαυτῶι ἂν εἴη τὸ ἕν.

οὐ φαίνεται.

καὶ μὴν τοιοῦτόν γε ὂν οὔτε ἴσον οὔτε ἄνισον ἔσται οὔτε ἑαυτῶι οὔτε ἄλλωι.

πῆι;

ἴσον μὲν ὂν τῶν αὐτῶν μέτρων ἔσται ἐκείνωι ὧι ἂν ἴσον ἦι.

ναί.

μεῖζον δέ που ἢ ἔλαττον ὄν, [140c] οἷς μὲν ἂν σύμμετρον ἦι, τῶν μὲν ἐλαττόνων πλείω μέτρα ἕξει, τῶν δὲ μειζόνων ἐλάττω.

ναί.

οἷς δ᾽ ἂν μὴ σύμμετρον, τῶν μὲν σμικροτέρων, τῶν δὲ μειζόνων μέτρων ἔσται.

πῶς γὰρ οὔ;

οὐκοῦν ἀδύνατον τὸ μὴ μετέχον τοῦ αὐτοῦ ἢ μέτρων τῶν αὐτῶν εἶναι ἢ ἄλλων ὡντινωνοῦν τῶν αὐτῶν;

ἀδύνατον.

ἴσον μὲν ἄρα οὔτ᾽ ἂν ἑαυτῶι οὔτε ἄλλωι εἴη μὴ τῶν αὐτῶν μέτρων ὄν.

οὔκουν φαίνεταί γε.

ἀλλὰ μὴν πλειόνων γε μέτρων ὂν ἢ ἐλαττόνων, ὅσωνπερ μέτρων, τοσούτων καὶ μερῶν ἂν εἴη· [140d] καὶ οὕτω αὖ οὐκέτι ἓν ἔσται ἀλλὰ τοσαῦτα ὅσαπερ καὶ τὰ μέτρα.

ὀρθῶς.

εἰ δέ γε ἑνὸς μέτρου εἴη, ἴσον ἂν γίγνοιτο τῶι μέτρωι· τοῦτο δὲ ἀδύνατον ἐφάνη, ἴσον τωι αὐτὸ εἶναι.

ἐφάνη γάρ.

οὔτε ἄρα ἑνὸς μέτρου μετέχον οὔτε πολλῶν οὔτε ὀλίγων, οὔτε τὸ παράπαν τοῦ αὐτοῦ μετέχον, οὔτε ἑαυτῶι ποτε, ὡς ἔοικεν, ἔσται ἴσον οὔτε ἄλλωι· οὔτε αὖ μεῖζον οὐδὲ ἔλαττον οὔτε ἑαυτοῦ οὔτε ἑτέρου.

παντάπασι μὲν οὖν οὕτω.