Platon
427 - 347 a. Chr. n.
Παρμενίδηςἢ περὶ ἰδεῶν· λογικός
147b - 154d
|
|
___________________________________________________
|
|
[147b] εἰ ἄρα πάντηι τὸ μὲν ἕν ἐστι, τὰ δὲ μὴ ἕν, οὔτ᾽ ἂν μόριον τῶν μὴ ἓν τὸ ἓν εἴη οὔτε ὅλον ὡς μορίων· οὔτε αὖ τὰ μὴ ἓν τοῦ ἑνὸς μόρια, οὔτε ὅλα ὡς μορίωι τῶι ἑνί.οὐ γάρ.ἀλλὰ μὴν ἔφαμεν τὰ μήτε μόρια μήτε ὅλα μήτε ἕτερα ἀλλήλων ταὐτὰ ἔσεσθαι ἀλλήλοις.ἔφαμεν γάρ.φῶμεν ἄρα καὶ τὸ ἓν πρὸς τὰ μὴ ἓν οὕτως ἔχον τὸ αὐτὸ εἶναι αὐτοῖς;φῶμεν.τὸ ἓν ἄρα, ὡς ἔοικεν, ἕτερόν τε τῶν ἄλλων ἐστὶν καὶ ἑαυτοῦ καὶ ταὐτὸν ἐκείνοις τε καὶ ἑαυτῶι.κινδυνεύει φαίνεσθαι ἐκ γε τοῦ λόγου.[147c] ἆρ᾽ οὖν καὶ ὅμοιόν τε καὶ ἀνόμοιον ἑαυτῶι τε καὶ τοῖς ἄλλοις;ἴσως.ἐπειδὴ γοῦν ἕτερον τῶν ἄλλων ἐφάνη, καὶ τἆλλά που ἕτερα ἂν ἐκείνου εἴη.τί μήν;οὐκοῦν οὕτως ἕτερον τῶν ἄλλων, ὥσπερ καὶ τἆλλα ἐκείνου, καὶ οὔτε μᾶλλον οὔτε ἧττον;τί γὰρ ἄν;εἰ ἄρα μήτε μᾶλλον μήτε ἧττον, ὁμοίως.ναί.οὐκοῦν ἧι ἕτερον εἶναι πέπονθεν τῶν ἄλλων καὶ τἆλλα ἐκείνου ὡσαύτως, ταύτηι ταὐτὸν ἂν πεπονθότα εἶεν τό τε ἓν τοῖς ἄλλοις καὶ τἆλλα τῶι ἑνί.[147d] πῶς λέγεις;ὧδε· ἕκαστον τῶν ὀνομάτων οὐκ ἐπί τινι καλεῖς;ἔγωγε.τί οὖν; τὸ αὐτὸ ὄνομα εἴποις ἂν πλεονάκις ἢ ἅπαξ;ἔγωγε.πότερον οὖν ἐὰν μὲν ἅπαξ εἴπηις, ἐκεῖνο προσαγορεύεις οὗπέρ ἐστι τοὔνομα, ἐὰν δὲ πολλάκις, οὐκ ἐκεῖνο; ἢ ἐάντε ἅπαξ ἐάντε πολλάκις ταὐτὸν ὄνομα φθέγξηι, πολλὴ ἀνάγκη σε ταὐτὸν καὶ λέγειν ἀεί;τί μήν;οὐκοῦν καὶ τὸ ἕτερον ὄνομά ἐστιν ἐπί τινι;πάνυ γε.ὅταν ἄρα αὐτὸ φθέγγηι, ἐάντε ἅπαξ ἐάντε πολλάκις, [147e] οὐκ ἐπ᾽ ἄλλωι οὐδὲ ἄλλο τι ὀνομάζεις ἢ ἐκεῖνο οὗπερ ἦν ὄνομα.ἀνάγκη.ὅταν δὴ λέγωμεν ὅτι ἕτερον μὲν τἆλλα τοῦ ἑνός, ἕτερον δὲ τὸ ἓν τῶν ἄλλων, δὶς τὸ ἕτερον εἰπόντες οὐδέν τι μᾶλλον ἐπ᾽ ἄλληι, ἀλλ᾽ ἐπ᾽ ἐκείνηι τῆι φύσει αὐτὸ ἀεὶ λέγομεν ἧσπερ ἦν τοὔνομα.πάνυ μὲν οὖν.ἧι ἄρα ἕτερον τῶν ἄλλων τὸ ἓν καὶ τἆλλα τοῦ ἑνός, [148a] κατ᾽ αὐτὸ τὸ ἕτερον πεπονθέναι οὐκ ἄλλο ἀλλὰ τὸ αὐτὸ ἂν πεπονθὸς εἴη τὸ ἓν τοῖς ἄλλοις· τὸ δέ που ταὐτὸν πεπονθὸς ὅμοιον· οὐχί;ναί.ἧι δὴ τὸ ἓν ἕτερον τῶν ἄλλων πέπονθεν εἶναι, κατ᾽ αὐτὸ τοῦτο ἅπαν ἅπασιν ὅμοιον ἂν εἴη· ἅπαν γὰρ ἁπάντων ἕτερόν ἐστιν.ἔοικεν.ἀλλὰ μὴν τό γε ὅμοιον τῶι ἀνομοίωι ἐναντίον.ναί.οὐκοῦν καὶ τὸ ἕτερον τῶι ταὐτῶι.καὶ τοῦτο.ἀλλὰ μὴν καὶ τοῦτό γ᾽ ἐφάνη, ὡς ἄρα τὸ ἓν τοῖς ἄλλοις ταὐτόν.[148b] ἐφάνη γάρ.τοὐναντίον δέ γε πάθος ἐστὶ τὸ εἶναι ταὐτὸν τοῖς ἄλλοις τῶι ἕτερον εἶναι τῶν ἄλλων.πάνυ γε.ἧι γε μὴν ἕτερον, ὅμοιον ἐφάνη.ναί.ἧι ἄρα ταὐτόν, ἀνόμοιον ἔσται κατὰ τοὐναντίον πάθος τῶι ὁμοιοῦντι πάθει. ὡμοίου δέ που τὸ ἕτερον;ναί.ἀνομοιώσει ἄρα τὸ ταὐτόν, ἢ οὐκ ἐναντίον ἔσται τῶι ἑτέρωι.ἔοικεν.[148c] ὅμοιον ἄρα καὶ ἀνόμοιον ἔσται τὸ ἓν τοῖς ἄλλοις, ἧι μὲν ἕτερον, ὅμοιον, ἧι δὲ ταὐτόν, ἀνόμοιον.ἔχει γὰρ οὖν δή, ὡς ἔοικεν, καὶ τοιοῦτον λόγον.καὶ γὰρ τόνδε ἔχει.τίνα;ἧι ταὐτὸν πέπονθε, μὴ ἀλλοῖον πεπονθέναι, μὴ ἀλλοῖον δὲ πεπονθὸς μὴ ἀνόμοιον, μὴ ἀνόμοιον δὲ ὅμοιον εἶναι· ἧι δ᾽ ἄλλο πέπονθεν, ἀλλοῖον, ἀλλοῖον δὲ ὂν ἀνόμοιον εἶναι.ἀληθῆ λέγεις.ταὐτόν τε ἄρα ὂν τὸ ἓν τοῖς ἄλλοις καὶ ὅτι ἕτερόν ἐστι, κατ᾽ ἀμφότερα καὶ κατὰ ἑκάτερον, ὅμοιόν τε ἂν εἴη καὶ ἀνόμοιον τοῖς ἄλλοις.[148d] πάνυ γε.οὐκοῦν καὶ ἑαυτῶι ὡσαύτως, ἐπείπερ ἕτερόν τε ἑαυτοῦ καὶ ταὐτὸν ἑαυτῶι ἐφάνη, κατ᾽ ἀμφότερα καὶ κατὰ ἑκάτερον ὅμοιόν τε καὶ ἀνόμοιον φανήσεται;ἀνάγκη.τί δὲ δή; περὶ τοῦ ἅπτεσθαι τὸ ἓν αὑτοῦ καὶ τῶν ἄλλων καὶ τοῦ μὴ ἅπτεσθαι πέρι πῶς ἔχει, σκόπει.σκοπῶ.αὐτὸ γάρ που ἐν ἑαυτῶι ὅλωι τὸ ἓν ἐφάνη ὄν.ὀρθῶς.οὐκοῦν καὶ ἐν τοῖς ἄλλοις τὸ ἕν;ναί.ἧι μὲν ἄρα ἐν τοῖς ἄλλοις, τῶν ἄλλων ἅπτοιτο ἄν· [148e] ἧι δὲ αὐτὸ ἐν ἑαυτῶι, τῶν μὲν ἄλλων ἀπείργοιτο ἅπτεσθαι, αὐτὸ δὲ αὑτοῦ ἅπτοιτο ἂν ἐν ἑαυτῶι ὄν.φαίνεται.οὕτω μὲν δὴ ἅπτοιτο ἂν τὸ ἓν αὑτοῦ τε καὶ τῶν ἄλλων.ἅπτοιτο.τί δὲ τῆιδε; ἆρ᾽ οὐ πᾶν τὸ μέλλον ἅψεσθαί τινος ἐφεξῆς δεῖ κεῖσθαι ἐκείνωι οὗ μέλλει ἅπτεσθαι, ταύτην τὴν ἕδραν κατέχον ἣ ἂν μετ᾽ ἐκείνην ἦι ἕδρα ἧι ἂν κέηται, ἅπτεται;ἀνάγκη.καὶ τὸ ἓν ἄρα εἰ μέλλει αὐτὸ αὑτοῦ ἅψεσθαι, ἐφεξῆς δεῖ εὐθὺς μετὰ ἑαυτὸ κεῖσθαι, τὴν ἐχομένην χώραν κατέχον ἐκείνης ἐν ἧι αὐτό ἐστιν.δεῖ γὰρ οὖν.οὐκοῦν δύο μὲν ὂν τὸ ἓν ποιήσειεν ἂν ταῦτα καὶ ἐν δυοῖν χώραιν ἅμα γένοιτο· [149a] ἕως δ᾽ ἂν ἦι ἕν, οὐκ ἐθελήσει;οὐ γὰρ οὖν.ἡ αὐτὴ ἄρα ἀνάγκη τῶι ἑνὶ μήτε δύο εἶναι μήτε ἅπτεσθαι αὐτῶι αὑτοῦ.ἡ αὐτή.ἀλλ᾽ οὐδὲ μὴν τῶν ἄλλων ἅψεται.τί δή;ὅτι, φαμέν, τὸ μέλλον ἅψεσθαι χωρὶς ὂν ἐφεξῆς δεῖ ἐκείνωι εἶναι οὗ μέλλει ἅψεσθαι, τρίτον δὲ αὐτῶν ἐν μέσωι μηδὲν εἶναι.ἀληθῆ.δύο ἄρα δεῖ τὸ ὀλίγιστον εἶναι, εἰ μέλλει ἅψις εἶναι.δεῖ.ἐὰν δὲ τοῖν δυοῖν ὅροιν τρίτον προσγένηται ἑξῆς, αὐτὰ μὲν τρία ἔσται, αἱ δὲ ἅψεις δύο.[149b] ναί.καὶ οὕτω δὴ ἀεὶ ἑνὸς προσγιγνομένου μία καὶ ἅψις προσγίγνεται, καὶ συμβαίνει τὰς ἅψεις τοῦ πλήθους τῶν ἀριθμῶν μιᾶι ἐλάττους εἶναι. ὧι γὰρ τὰ πρῶτα δύο ἐπλεονέκτησεν τῶν ἅψεων εἰς τὸ πλείω εἶναι τὸν ἀριθμὸν ἢ τὰς ἅψεις, τῶι ἴσωι τούτωι καὶ ὁ ἔπειτα ἀριθμὸς πᾶς πασῶν τῶν ἅψεων πλεονεκτεῖ· [149c] ἤδη γὰρ τὸ λοιπὸν ἅμα ἕν τε τῶι ἀριθμῶι προσγίγνεται καὶ μία ἅψις ταῖς ἅψεσιν.ὀρθῶς.ὅσα ἄρα ἐστὶν τὰ ὄντα τὸν ἀριθμόν, ἀεὶ μιᾶι αἱ ἅψεις ἐλάττους εἰσὶν αὐτῶν.ἀληθῆ.εἰ δέ γε ἓν μόνον ἐστίν, δυὰς δὲ μὴ ἔστιν, ἅψις οὐκ ἂν εἴη.πῶς γάρ;οὔκουν, φαμέν, τὰ ἄλλα τοῦ ἑνὸς οὔτε ἕν ἐστιν οὔτε μετέχει αὐτοῦ, εἴπερ ἄλλα ἐστίν.οὐ γάρ.οὐκ ἄρα ἔνεστιν ἀριθμὸς ἐν τοῖς ἄλλοις, ἑνὸς μὴ ἐνόντος ἐν αὐτοῖς.πῶς γάρ;οὔτ᾽ ἄρα ἕν ἐστι τὰ ἄλλα οὔτε δύο οὔτε ἄλλου ἀριθμοῦ ἔχοντα ὄνομα οὐδέν.[149d] οὔ.τὸ ἓν ἄρα μόνον ἐστὶν ἕν, καὶ δυὰς οὐκ ἂν εἴη.οὐ φαίνεται.ἅψις ἄρα οὐκ ἔστιν δυοῖν μὴ ὄντοιν.οὐκ ἔστιν.οὔτ᾽ ἄρα τὸ ἓν τῶν ἄλλων ἅπτεται οὔτε τὰ ἄλλα τοῦ ἑνός, ἐπείπερ ἅψις οὐκ ἔστιν.οὐ γὰρ οὖν.οὕτω δὴ κατὰ πάντα ταῦτα τὸ ἓν τῶν τε ἄλλων καὶ ἑαυτοῦ ἅπτεταί τε καὶ οὐχ ἅπτεται.ἔοικεν.ἆρ᾽ οὖν καὶ ἴσον ἐστὶ καὶ ἄνισον αὑτῶι τε καὶ τοῖς ἄλλοις;πῶς;εἰ μεῖζον εἴη τὸ ἓν ἢ τἆλλα ἢ ἔλαττον, [149e] ἢ αὖ τὰ ἄλλα τοῦ ἑνὸς μείζω ἢ ἐλάττω, ἆρα οὐκ ἂν τῶι μὲν ἓν εἶναι τὸ ἓν καὶ τἆλλα ἄλλα τοῦ ἑνὸς οὔτε τι μείζω οὔτε τι ἐλάττω ἂν εἴη ἀλλήλων αὐταῖς γε ταύταις ταῖς οὐσίαις; ἀλλ᾽ εἰ μὲν πρὸς τῶι τοιαῦτα εἶναι ἑκάτερα ἰσότητα ἔχοιεν, ἴσα ἂν εἴη πρὸς ἄλληλα· εἰ δὲ τὰ μὲν μέγεθος, τὸ δὲ σμικρότητα, ἢ καὶ μέγεθος μὲν τὸ ἕν, σμικρότητα δὲ τἆλλα, ὁποτέρωι μὲν τῶι εἴδει μέγεθος προσείη, μεῖζον ἂν εἴη, ὧι δὲ σμικρότης, ἔλαττον;ἀνάγκη.οὐκοῦν ἐστόν γέ τινε τούτω εἴδη, τό τε μέγεθος καὶ ἡ σμικρότης; οὐ γὰρ ἄν που μὴ ὄντε γε ἐναντίω τε ἀλλήλοιν εἴτην καὶ ἐν τοῖς οὖσιν ἐγγιγνοίσθην.[150a] πῶς γὰρ ἄν;εἰ ἄρα ἐν τῶι ἑνὶ σμικρότης ἐγγίγνεται, ἤτοι ἐν ὅλωι ἂν ἢ ἐν μέρει αὐτοῦ ἐνείη.ἀνάγκη.τί δ᾽ εἰ ἐν ὅλωι ἐγγίγνοιτο; οὐχὶ ἢ ἐξ ἴσου ἂν τῶι ἑνὶ δι᾽ ὅλου αὐτοῦ τεταμένη εἴη ἢ περιέχουσα αὐτό;δῆλον δή.ἆρ᾽ οὖν οὐκ ἐξ ἴσου μὲν οὖσα ἡ σμικρότης τῶι ἑνὶ ἴση ἂν αὐτῶι εἴη, περιέχουσα δὲ μείζων;πῶς δ᾽ οὔ;δυνατὸν οὖν σμικρότητα ἴσην τωι εἶναι ἢ μείζω τινός, καὶ πράττειν τὰ μεγέθους τε καὶ ἰσότητος, ἀλλὰ μὴ τὰ ἑαυτῆς;[150b] ἀδύνατον.ἐν μὲν ὅλωι ἄρα τῶι ἑνὶ οὐκ ἂν εἴη σμικρότης, ἀλλ᾽ εἴπερ, ἐν μέρει.ναί.οὐδέ γε ἐν παντὶ αὖ τῶι μέρει· εἰ δὲ μή, ταὐτὰ ποιήσει ἅπερ πρὸς τὸ ὅλον· ἴση ἔσται ἢ μείζων τοῦ μέρους ἐν ὧι ἂν ἀεὶ ἐνῆι.ἀνάγκη.οὐδενί ποτε ἄρα ἐνέσται τῶν ὄντων σμικρότης, μήτ᾽ ἐν μέρει μήτ᾽ ἐν ὅλωι ἐγγιγνομένη· οὐδέ τι ἔσται σμικρὸν πλὴν αὐτῆς σμικρότητος.οὐκ ἔοικεν.οὐδ᾽ ἄρα μέγεθος ἐνέσται ἐν αὐτῶι· μεῖζον γὰρ ἄν τι εἴη ἄλλο καὶ πλὴν αὐτοῦ μεγέθους, [150c] ἐκεῖνο ἐν ὧι τὸ μέγεθος ἐνείη, καὶ ταῦτα σμικροῦ αὐτῶι οὐκ ὄντος, οὗ ἀνάγκη ὑπερέχειν, ἐάνπερ ἦι μέγα· τοῦτο δὲ ἀδύνατον, ἐπειδὴ σμικρότης οὐδαμοῦ ἔνι.ἀληθῆ.ἀλλὰ μὴν αὐτὸ μέγεθος οὐκ ἄλλου μεῖζον ἢ αὐτῆς σμικρότητος, οὐδὲ σμικρότης ἄλλου ἔλαττον ἢ αὐτοῦ μεγέθους.οὐ γάρ.οὔτε ἄρα τὰ ἄλλα μείζω τοῦ ἑνὸς οὐδὲ ἐλάττω, μήτε μέγεθος μήτε σμικρότητα ἔχοντα, οὔτε αὐτὼ τούτω πρὸς τὸ ἓν ἔχετον [150d] τὴν δύναμιν τὴν τοῦ ὑπερέχειν καὶ ὑπερέχεσθαι, ἀλλὰ πρὸς ἀλλήλω, οὔτε αὖ τὸ ἓν τούτοιν οὐδὲ τῶν ἄλλων μεῖζον ἂν οὐδ᾽ ἔλαττον εἴη, μήτε μέγεθος μήτε σμικρότητα ἔχον.οὔκουν φαίνεταί γε.ἆρ᾽ οὖν, εἰ μήτε μεῖζον μήτε ἔλαττον τὸ ἓν τῶν ἄλλων, ἀνάγκη αὐτὸ ἐκείνων μήτε ὑπερέχειν μήτε ὑπερέχεσθαι;ἀνάγκη.οὐκοῦν τό γε μήτε ὑπερέχον μήτε ὑπερεχόμενον πολλὴ ἀνάγκη ἐξ ἴσου εἶναι, ἐξ ἴσου δὲ ὂν ἴσον εἶναι.[150e] πῶς γὰρ οὔ;καὶ μὴν καὶ αὐτό γε τὸ ἓν πρὸς ἑαυτὸ οὕτως ἂν ἔχοι· μήτε μέγεθος ἐν ἑαυτῶι μήτε σμικρότητα ἔχον οὔτ᾽ ἂν ὑπερέχοιτο οὔτ᾽ ἂν ὑπερέχοι ἑαυτοῦ, ἀλλ᾽ ἐξ ἴσου ὂν ἴσον ἂν εἴη ἑαυτῶι.πάνυ μὲν οὖν.τὸ ἓν ἄρα ἑαυτῶι τε καὶ τοῖς ἄλλοις ἴσον ἂν εἴη.φαίνεται.καὶ μὴν αὐτό γε ἐν ἑαυτῶι ὂν καὶ περὶ ἑαυτὸ ἂν εἴη ἔξωθεν, καὶ περιέχον μὲν μεῖζον ἂν ἑαυτοῦ εἴη, περιεχόμενον δὲ ἔλαττον, [151a] καὶ οὕτω μεῖζον ἂν καὶ ἔλαττον εἴη αὐτὸ ἑαυτοῦ τὸ ἕν.εἴη γὰρ ἄν.οὐκοῦν καὶ τόδε ἀνάγκη, μηδὲν εἶναι ἐκτὸς τοῦ ἑνός τε καὶ τῶν ἄλλων;πῶς γὰρ οὔ;ἀλλὰ μὴν καὶ εἶναί που δεῖ τό γε ὂν ἀεί.ναί.οὐκοῦν τό γε ἔν τωι ὂν ἐν μείζονι ἔσται ἔλαττον ὄν; οὐ γὰρ ἂν ἄλλως ἕτερον ἐν ἑτέρωι εἴη.οὐ γάρ.ἐπειδὴ δὲ οὐδὲν ἕτερον ἔστι χωρὶς τῶν ἄλλων καὶ τοῦ ἑνός, δεῖ δὲ αὐτὰ ἔν τωι εἶναι, οὐκ ἀνάγκη ἤδη ἐν ἀλλήλοις εἶναι, τά τε ἄλλα ἐν τῶι ἑνὶ καὶ τὸ ἓν ἐν τοῖς ἄλλοις, ἢ μηδαμοῦ εἶναι;[151b] φαίνεται.ὅτι μὲν ἄρα τὸ ἓν ἐν τοῖς ἄλλοις ἔνεστι, μείζω ἂν εἴη τὰ ἄλλα τοῦ ἑνός, περιέχοντα αὐτό, τὸ δὲ ἓν ἔλαττον τῶν ἄλλων, περιεχόμενον· ὅτι δὲ τὰ ἄλλα ἐν τῶι ἑνί, τὸ ἓν τῶν ἄλλων κατὰ τὸν αὐτὸν λόγον μεῖζον ἂν εἴη, τὰ δὲ ἄλλα τοῦ ἑνὸς ἐλάττω.ἔοικεν.τὸ ἓν ἄρα ἴσον τε καὶ μεῖζον καὶ ἔλαττόν ἐστιν αὐτό τε αὑτοῦ καὶ τῶν ἄλλων.φαίνεται.καὶ μὴν εἴπερ μεῖζον καὶ ἔλαττον καὶ ἴσον, ἴσων ἂν εἴη μέτρων καὶ πλειόνων καὶ ἐλαττόνων αὑτῶι καὶ τοῖς ἄλλοις, [151c] ἐπειδὴ δὲ μέτρων, καὶ μερῶν.πῶς δ᾽ οὔ;ἴσων μὲν ἄρα μέτρων ὂν καὶ πλειόνων καὶ ἐλαττόνων, καὶ ἀριθμῶι ἔλαττον ἂν καὶ πλέον εἴη αὐτό τε αὑτοῦ καὶ τῶν ἄλλων καὶ ἴσον αὑτῶι τε καὶ τοῖς ἄλλοις κατὰ ταὐτά.πῶς;ὧνπερ μεῖζόν ἐστι, πλειόνων που καὶ μέτρων ἂν εἴη αὐτῶν, ὅσων δὲ μέτρων, καὶ μερῶν· καὶ ὧν ἔλαττον, ὡσαύτως· καὶ οἷς ἴσον, κατὰ ταὐτά.οὕτως.οὐκοῦν ἑαυτοῦ μεῖζον καὶ ἔλαττον ὂν καὶ ἴσον ἴσων ἂν εἴη μέτρων καὶ πλειόνων καὶ ἐλαττόνων αὑτῶι, [151d] ἐπειδὴ δὲ μέτρων, καὶ μερῶν;πῶς δ᾽ οὔ;ἴσων μὲν ἄρα μερῶν ὂν αὑτῶι ἴσον ἂν τὸ πλῆθος αὑτῶι εἴη, πλειόνων δὲ πλέον, ἐλαττόνων δὲ ἔλαττον τὸν ἀριθμὸν αὑτοῦ.φαίνεται.οὐκοῦν καὶ πρὸς τἆλλα ὡσαύτως ἕξει τὸ ἕν; ὅτι μὲν μεῖζον αὐτῶν φαίνεται, ἀνάγκη πλέον εἶναι καὶ τὸν ἀριθμὸν αὐτῶν· ὅτι δὲ σμικρότερον, ἔλαττον· ὅτι δὲ ἴσον μεγέθει, ἴσον καὶ τὸ πλῆθος εἶναι τοῖς ἄλλοις;ἀνάγκη.οὕτω δὴ αὖ, [151e] ὡς ἔοικε, τὸ ἓν καὶ ἴσον καὶ πλέον καὶ ἔλαττον τὸν ἀριθμὸν αὐτό τε αὑτοῦ ἔσται καὶ τῶν ἄλλων.ἔσται.ἆρ᾽ οὖν καὶ χρόνου μετέχει τὸ ἕν, καὶ ἐστί τε καὶ γίγνεται νεώτερόν τε καὶ πρεσβύτερον αὐτό τε ἑαυτοῦ καὶ τῶν ἄλλων, καὶ οὔτε νεώτερον οὔτε πρεσβύτερον οὔτε ἑαυτοῦ οὔτε τῶν ἄλλων, χρόνου μετέχον;πῶς;εἶναι μέν που αὐτῶι ὑπάρχει, εἴπερ ἓν ἔστιν.ναί.τὸ δὲ εἶναι ἄλλο τί ἐστιν ἢ μέθεξις οὐσίας μετὰ χρόνου τοῦ παρόντος, ὥσπερ[152a] τὸ ἦν μετὰ τοῦ παρεληλυθότος καὶ αὖ τὸ ἔσται μετὰ τοῦ μέλλοντος οὐσίας ἐστὶ κοινωνία;ἔστι γάρ.μετέχει μὲν ἄρα χρόνου, εἴπερ καὶ τοῦ εἶναι.πάνυ γε.οὐκοῦν πορευομένου τοῦ χρόνου;ναί.ἀεὶ ἄρα πρεσβύτερον γίγνεται ἑαυτοῦ, εἴπερ προέρχεται κατὰ χρόνον.ἀνάγκη.ἆρ᾽ οὖν μεμνήμεθα ὅτι νεωτέρου γιγνομένου τὸ πρεσβύτερον πρεσβύτερον γίγνεται;μεμνήμεθα.οὐκοῦν ἐπειδὴ πρεσβύτερον ἑαυτοῦ γίγνεται τὸ ἕν, [152b] νεωτέρου ἂν γιγνομένου ἑαυτοῦ πρεσβύτερον γίγνοιτο;ἀνάγκη.γίγνεται μὲν δὴ νεώτερόν τε καὶ πρεσβύτερον αὑτοῦ οὕτω.ναί.ἔστι δὲ πρεσβύτερον ἆρ᾽ οὐχ ὅταν κατὰ τὸν νῦν χρόνον ἦι γιγνόμενον τὸν μεταξὺ τοῦ ἦν τε καὶ ἔσται; οὐ γάρ που πορευόμενόν γε ἐκ τοῦ ποτὲ εἰς τὸ ἔπειτα ὑπερβήσεται τὸ νῦν.οὐ γάρ.ἆρ᾽ οὖν οὐκ ἐπίσχει τότε τοῦ γίγνεσθαι πρεσβύτερον, [152c] ἐπειδὰν τῶι νῦν ἐντύχηι, καὶ οὐ γίγνεται, ἀλλ᾽ ἔστι τότ᾽ ἤδη πρεσβύτερον; προϊὸν γὰρ οὐκ ἄν ποτε ληφθείη ὑπὸ τοῦ νῦν. τὸ γὰρ προϊὸν οὕτως ἔχει ὡς ἀμφοτέρων ἐφάπτεσθαι, τοῦ τε νῦν καὶ τοῦ ἔπειτα, τοῦ μὲν νῦν ἀφιέμενον, τοῦ δ᾽ ἔπειτα ἐπιλαμβανόμενον, μεταξὺ ἀμφοτέρων γιγνόμενον, τοῦ τε ἔπειτα καὶ τοῦ νῦν.ἀληθῆ.εἰ δέ γε ἀνάγκη μὴ παρελθεῖν τὸ νῦν πᾶν τὸ γιγνόμενον, ἐπειδὰν κατὰ τοῦτο ἦι, ἐπίσχει ἀεὶ τοῦ γίγνεσθαι [152d] καὶ ἔστι τότε τοῦτο ὅτι ἂν τύχηι γιγνόμενον.φαίνεται.καὶ τὸ ἓν ἄρα, ὅταν πρεσβύτερον γιγνόμενον ἐντύχηι τῶι νῦν, ἐπέσχεν τοῦ γίγνεσθαι καὶ ἔστι τότε πρεσβύτερον.πάνυ μὲν οὖν.οὐκοῦν οὗπερ ἐγίγνετο πρεσβύτερον, τούτου καὶ ἔστιν· ἐγίγνετο δὲ αὑτοῦ;ναί.ἔστι δὲ τὸ πρεσβύτερον νεωτέρου πρεσβύτερον;ἔστιν.καὶ νεώτερον ἄρα τότε αὑτοῦ ἐστι τὸ ἕν, ὅταν πρεσβύτερον γιγνόμενον ἐντύχηι τῶι νῦν.ἀνάγκη.τό γε μὴν νῦν ἀεὶ πάρεστι τῶι ἑνὶ διὰ παντὸς τοῦ εἶναι· [152e] ἔστι γὰρ ἀεὶ νῦν ὅτανπερ ἦι.πῶς γὰρ οὔ;ἀεὶ ἄρα ἐστί τε καὶ γίγνεται πρεσβύτερον ἑαυτοῦ καὶ νεώτερον τὸ ἕν.ἔοικεν.πλείω δὲ χρόνον αὐτὸ ἑαυτοῦ ἔστιν ἢ γίγνεται, ἢ τὸν ἴσον;τὸν ἴσον.ἀλλὰ μὴν τόν γε ἴσον χρόνον ἢ γιγνόμενον ἢ ὂν τὴν αὐτὴν ἡλικίαν ἔχει.πῶς δ᾽ οὔ;τὸ δὲ τὴν αὐτὴν ἡλικίαν ἔχον οὔτε πρεσβύτερον οὔτε νεώτερόν ἐστιν.οὐ γάρ.τὸ ἓν ἄρα τὸν ἴσον χρόνον αὐτὸ ἑαυτῶι καὶ γιγνόμενον καὶ ὂν οὔτε νεώτερον οὔτε πρεσβύτερον ἑαυτοῦ ἐστιν οὐδὲ γίγνεται.οὔ μοι δοκεῖ.τί δέ; τῶν ἄλλων;[153a] οὐκ ἔχω λέγειν.τόδε γε μὴν ἔχεις λέγειν, ὅτι τὰ ἄλλα τοῦ ἑνός, εἴπερ ἕτερά ἐστιν, ἀλλὰ μὴ ἕτερον, πλείω ἐστὶν ἑνός· ἕτερον μὲν γὰρ ὂν ἓν ἂν ἦν, ἕτερα δὲ ὄντα πλείω ἑνός ἐστι καὶ πλῆθος ἂν ἔχοι.ἔχοι γὰρ ἄν.πλῆθος δὲ ὂν ἀριθμοῦ πλείονος ἂν μετέχοι ἢ τοῦ ἑνός.πῶς δ᾽ οὔ;τί οὖν; ἀριθμοῦ φήσομεν τὰ πλείω γίγνεσθαί τε καὶ γεγονέναι πρότερον, ἢ τὰ ἐλάττω;τὰ ἐλάττω.τὸ ὀλίγιστον ἄρα πρῶτον· τοῦτο δ᾽ ἔστι τὸ ἕν. ἦ γάρ;[153b] ναί.πάντων ἄρα τὸ ἓν πρῶτον γέγονε τῶν ἀριθμὸν ἐχόντων· ἔχει δὲ καὶ τἆλλα πάντα ἀριθμόν, εἴπερ ἄλλα καὶ μὴ ἄλλο ἐστίν.ἔχει γάρ.πρῶτον δέ γε οἶμαι γεγονὸς πρότερον γέγονε, τὰ δὲ ἄλλα ὕστερον, τὰ δ᾽ ὕστερον γεγονότα νεώτερα τοῦ πρότερον γεγονότος· καὶ οὕτως ἂν εἴη τἆλλα νεώτερα τοῦ ἑνός, τὸ δὲ ἓν πρεσβύτερον τῶν ἄλλων.εἴη γὰρ ἄν.τί δὲ τόδε; ἆρ᾽ ἂν εἴη τὸ ἓν παρὰ φύσιν τὴν αὑτοῦ γεγονός, ἢ ἀδύνατον;[153c] ἀδύνατον.ἀλλὰ μὴν μέρη γε ἔχον ἐφάνη τὸ ἕν, εἰ δὲ μέρη, καὶ ἀρχὴν καὶ τελευτὴν καὶ μέσον.ναί.οὐκοῦν πάντων πρῶτον ἀρχὴ γίγνεται, καὶ αὐτοῦ τοῦ ἑνὸς καὶ ἑκάστου τῶν ἄλλων, καὶ μετὰ τὴν ἀρχὴν καὶ τἆλλα πάντα μέχρι τοῦ τέλους;τί μήν;καὶ μὴν μόριά γε φήσομεν ταῦτ᾽ εἶναι πάντα τἆλλα τοῦ ὅλου τε καὶ ἑνός, αὐτὸ δὲ ἐκεῖνο ἅμα τῆι τελευτῆι γεγονέναι ἕν τε καὶ ὅλον.φήσομεν γάρ.τελευτὴ δέ γε οἶμαι ὕστατον γίγνεται, τούτωι δ᾽ ἅμα τὸ ἓν πέφυκε γίγνεσθαι· [153d] ὥστ᾽ εἴπερ ἀνάγκη αὐτὸ τὸ ἓν μὴ παρὰ φύσιν γίγνεσθαι, ἅμα τελευτῆι ἂν γεγονὸς ὕστατον ἂν τῶν ἄλλων πεφυκὸς εἴη γίγνεσθαι.φαίνεται.νεώτερον ἄρα τῶν ἄλλων τὸ ἕν ἐστι, τὰ δ᾽ ἄλλα τοῦ ἑνὸς πρεσβύτερα.οὕτως αὖ μοι φαίνεται.τί δὲ δή; ἀρχὴν ἢ ἄλλο μέρος ὁτιοῦν τοῦ ἑνὸς ἢ ἄλλου ὁτουοῦν, ἐάνπερ μέρος ἦι ἀλλὰ μὴ μέρη, οὐκ ἀναγκαῖον ἓν εἶναι, μέρος γε ὄν;ἀνάγκη.οὐκοῦν τὸ ἓν ἅμα τε τῶι πρώτωι γιγνομένωι γίγνοιτ᾽ ἂν καὶ ἅμα τῶι δευτέρωι, [153e] καὶ οὐδενὸς ἀπολείπεται τῶν ἄλλων γιγνομένων, ὅτιπερ ἂν προσγίγνηται ὁτωιοῦν, ἕως ἂν πρὸς τὸ ἔσχατον διελθὸν ὅλον ἓν γένηται, οὔτε μέσου οὔτε πρώτου οὔτε ἐσχάτου οὔτε ἄλλου οὐδενὸς ἀπολειφθὲν ἐν τῆι γενέσει.ἀληθῆ.πᾶσιν ἄρα τοῖς ἄλλοις τὴν αὐτὴν ἡλικίαν ἴσχει τὸ ἕν· ὥστ᾽ εἰ μὴ παρὰ φύσιν πέφυκεν αὐτὸ τὸ ἕν, οὔτε πρότερον οὔτε ὕστερον τῶν ἄλλων γεγονὸς ἂν εἴη, ἀλλ᾽ ἅμα. [154a] καὶ κατὰ τοῦτον τὸν λόγον τὸ ἓν τῶν ἄλλων οὔτε πρεσβύτερον οὔτε νεώτερον ἂν εἴη, οὐδὲ τἆλλα τοῦ ἑνός· κατὰ δὲ τὸν πρόσθεν πρεσβύτερόν τε καὶ νεώτερον, καὶ τἆλλα ἐκείνου ὡσαύτως.πάνυ μὲν οὖν.ἔστι μὲν δὴ οὕτως ἔχον τε καὶ γεγονός. ἀλλὰ τί αὖ περὶ τοῦ γίγνεσθαι αὐτὸ πρεσβύτερόν τε καὶ νεώτερον τῶν ἄλλων καὶ τἆλλα τοῦ ἑνός, καὶ μήτε νεώτερον μήτε πρεσβύτερον γίγνεσθαι; ἆρα ὥσπερ περὶ τοῦ εἶναι, οὕτω καὶ περὶ τοῦ γίγνεσθαι ἔχει, ἢ ἑτέρως;[154b] οὐκ ἔχω λέγειν.ἀλλ᾽ ἐγὼ τοσόνδε γε· εἰ καὶ ἔστιν πρεσβύτερον ἕτερον ἑτέρου, γίγνεσθαί γε αὐτὸ πρεσβύτερον ἔτι ἢ ὡς τὸ πρῶτον εὐθὺς γενόμενον διήνεγκε τῆι ἡλικίαι οὐκ ἂν ἔτι δύναιτο, οὐδ᾽ αὖ τὸ νεώτερον ὂν ἔτι νεώτερον γίγνεσθαι· ἀνίσοις γὰρ ἴσα προστιθέμενα, χρόνωι τε καὶ ἄλλωι ὁτωιοῦν, ἴσωι ποιεῖ διαφέρειν ἀεὶ ὅσωιπερ ἂν τὸ πρῶτον διενέγκηι.πῶς γὰρ οὔ;οὐκ ἄρα τό γε ὂν τοῦ ἑνὸς ὄντος γίγνοιτ᾽ ἄν ποτε πρεσβύτερον οὐδὲ νεώτερον, [154c] εἴπερ ἴσωι διαφέρει ἀεὶ τὴν ἡλικίαν· ἀλλ᾽ ἔστι καὶ γέγονε πρεσβύτερον, τὸ δὲ νεώτερον, γίγνεται δ᾽ οὔ.ἀληθῆ.καὶ τὸ ἓν ἄρα ὂν τῶν ἄλλων ὄντων οὔτε πρεσβύτερόν ποτε οὔτε νεώτερον γίγνεται.οὐ γὰρ οὖν.ὅρα δὲ εἰ τῆιδε πρεσβύτερα καὶ νεώτερα γίγνεται.πῆι δή;ἧι τό τε ἓν τῶν ἄλλων ἐφάνη πρεσβύτερον καὶ τἆλλα τοῦ ἑνός.τί οὖν;ὅταν τὸ ἓν τῶν ἄλλων πρεσβύτερον ἦι, πλείω που χρόνον γέγονεν ἢ τὰ ἄλλα.[154d] ναί.πάλιν δὴ σκόπει· ἐὰν πλέονι καὶ ἐλάττονι χρόνωι προστιθῶμεν τὸν ἴσον χρόνον, ἆρα τῶι ἴσωι μορίωι διοίσει τὸ πλέον τοῦ ἐλάττονος ἢ σμικροτέρωι;σμικροτέρωι.οὐκ ἄρα ἔσται, ὅτιπερ τὸ πρῶτον ἦν πρὸς τἆλλα ἡλικίαι διαφέρον τὸ ἕν, τοῦτο καὶ εἰς τὸ ἔπειτα, ἀλλὰ ἴσον λαμβάνον χρόνον τοῖς ἄλλοις ἔλαττον ἀεὶ τῆι ἡλικίαι διοίσει αὐτῶν ἢ πρότερον· ἢ οὔ;ναί. |