Palaiphatos
floruit ca. 330 a. Chr. n.
Περὶ τῶν ἀπίστων ἱστοριῶνἘπιτομή
|
|
___________________________________________________
|
|
ΠΡΟΣΘΗΜΑΤΑ
46.Περὶ Ὑακίνθου διήγημα.
Ὑάκινθος Ἀμυκλαῖον ἦν μειράκιον καὶ καλόν· εἰς τοῦτον εἶδε μὲν ὁ Ἀπόλλων, εἶδε δὲ καὶ ὁ Ζέφυρος· καὶ ἄμφω κατείχοντο τῆι μορφῆι, καὶ φιλότιμος ἦν ἀφ᾽ ὧν εἶχεν ἑκάτερος. ἐτόξευε μὲν ὁ Ἀπόλλων, ἔπνει δὲ ὁ Ζέφυρος· μέλη μὲν ἦν τὰ παρ᾽ ἐκείνου καὶ ἡδονή, φόβος δὲ τὰ παρὰ τούτου καὶ ταραχή. ῥέπει πρὸς τὸν δαίμονα τὸ μειράκιον, καὶ Ζέφυρον ὑπὸ ζηλοτυπίας ὁπλίζει πρὸς πόλεμον. μετὰ ταῦτα ἦν γυμνασία τῶι μειρακίωι καὶ τιμωρία παρὰ Ζεφύρου. δίσκος ἦν ὁ πρὸς τὴν ἀναίρεσιν ἐκείνου διακονήσας, ὑπὸ τούτου μὲν ἀφεθείς, ὑπ᾽ ἐκείνου δὲ ἐνεχθείς. καὶ ὁ μὲν ἐτεθνήκει, τὴν Γῆν δὲ οὐκ ἦν ἔρημον ὑπομνήματος ἀφεῖναι τὴν συμφοράν, ἀλλὰ τὸ ἄνθος ἀντὶ τοῦ μειρακίου γίνεται καὶ τοὔνομα δέχεται. λέγουσι δ᾽ ὅτι καὶ τῆς προσηγορίας ἐν φύλλοις ἐπιγέγραπται τὸ προοίμιον. |