BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

45.

Περὶ τοῦ κέρατος τῆς Ἀμαλθείας.

 

 

Φασὶν ὡς Ἡρακλῆς τὸ Ἀμαλθείας κέρας καλούμενον πανταχοῦ περιέφερεν, ἐξ οὗ ἐγίνετο αὐτῶι ὅσα ἐβούλετο εὐξαμένωι.

Ἡ δὲ ἀλήθεια ἥδε. Ἡρακλῆς ἀποδημῶν κατὰ Βοιωτίαν μετὰ Ἰολάου τοῦ ἀδελφιδοῦ καταλύει ἐν Θεσπιαῖς ἔν τινι πανδοκείωι, ἐν ὧι ἐτύγχανε γυνὴ καλουμένη Ἀμάλθεια πανδοκεύουσα, ὡραία καὶ καλὴ σφόδρα. Ἡρακλῆς δὲ ἡδόμενος αὐτῆι πλείονα χρόνον ἐπεξενοῦτο. Ἰόλαος δὲ βαρέως φέρων ἐπινοεῖ τὴν ἐμπολὴν τῆς Ἀμαλθείας ἐν κέρατι κειμένην ἀφελέσθαι, ἐξ ἧς ἐμπολῆς ὅ τι ἤθελεν ὠνεῖτο ἑαυτῶι τε καὶ Ἡρακλεῖ. ἔλεγον οὖν οἱ συνέκδημοι· «Ἡρακλῆς τὸ Ἀμαλθείας κέρας ἔσχεν, ἐξ οὗ ὠνεῖτο ὅσα βούλοιτο ἑαυτῶι.» ἐκ τούτων οὖν ὁ μῦθος προσανεπλάσθη, καὶ οἱ γραφεῖς γράφοντες τὸν Ἡρακλέα προσγράφουσι τὸ Ἀμαλθείας κέρας.