BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

44.

Περὶ Ὀμφάλης.

 

 

Εἴρηται περὶ Ὀμφάλης ὡς Ἡρακλῆς λατρεύει παρ᾽ αὐτῆι. μάταιος δὲ ὁ λόγος. ἐξὸν γὰρ κἀκείνης καὶ τῶν ὑπαρχόντων αὐτῆι δεσπόζειν.

Ἐγένετο οὖν τοιόνδε τι. Ὀμφάλη ἦν Ἰαρδάνου θυγάτηρ Λυδῶν βασιλέως. αὕτη ἀκούσασα τὴν ἰσχὺν Ἡρακλέους, προσεποιήθη ἐρᾶν αὐτοῦ. πλησιάσας δὲ Ἡρακλῆς ἔρωτι ἑάλω αὐτῆς, γεννᾶι δὲ ἐξ αὐτῆς υἱόν· ἡδόμενος δὲ αὐτῆι ἐποίει ὅ τι προστάττοι Ὀμφάλη. οἱ δὲ εὐήθεις ὑπέλαβον λατρεύειν αὐτὸν αὐτῆι.