BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

43.

Περὶ Μηδείας.

 

 

Μήδεια φασὶ ‹μὲ›ν ὡς ἀφέψουσα τοὺς πρεσβυτέρους νέους ἐποίει, οὐδένα δὲ δείκνυται νέον ποιήσασα· ὃν δὲ ἥψησε πάντως ἀπέκτεινεν.

Ἐγένετο δέ τι τοιοῦτον. Μήδεια πρώτη ἐφεῦρεν ἄνθος τὸ πυρρὸν καὶ τὸ μέλαν. τοὺς οὖν γέροντας ἐκ πολιῶν μέλανας ‹καὶ πυρροὺς› ἐποίει φαίνεσθαι· βάπτουσα γὰρ αὐτοὺς τὰς λευκὰς τρίχας εἰς μελαίνας καὶ πυρρὰς μετέβαλεν. πυρίαν πρώτη Μήδεια ἐφεῦρεν ἀνθρώποις ὄφελος. ἐπυρία οὖν τοὺς βουλομένους, οὐκ ἐν τῶι προφανεῖ, ἵνα μή τις μάθηι τῶν ἰατρῶν, πυριῶσα δὲ ὥρκου μηδενὶ μηνύειν. ὄνομα δὲ ἦν τῶι πυριάματι παρέψησις. ὥσπερ οὖν καὶ κουφότεροι καὶ ὑγιεινότεροι ἐγίνοντο οἱ ἄνθρωποι πυριώμενοι. ἐκ δὴ τούτου, ὁρῶντες παρ᾽ αὐτῆι λέβητας καὶ πῦρ, ἐπείσθησαν ὡς ἕψει τοὺς ἀνθρώπους. ὁ δὲ Πελίας, ἄνθρωπος γέρων καὶ ἀσθενής, πυριώμενος ἀπέθανεν. ἐντεῦθεν ὁ μῦθος.