BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

42.

Περὶ Ἰοῦς.

 

 

Φασὶ τὴν Ἰὼ ὡς ἐκ γυναικὸς βοῦς γενομένη καὶ οἰστρήσασα, διὰ τῆς θαλάσσης εἰς Αἴγυπτον ἐξ Ἄργους ἀφίκετο. ὅπερ ἐστὶν ἀπίθανον, τὸ καὶ τοσαύτας ἡμέρας ἄσιτον μένειν.

Τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἰὼ βασιλέως τῶν Ἀργείων ἦν θυγάτηρ. ταύτηι οἱ ἀπὸ τῆς πόλεως τιμὴν ἔδωκαν ἱέρειαν εἶναι τῆς Ἥρας τῆς Ἀργείας. αὕτη ἔγκυος γενομένη καὶ δείσασα τὸν πατέρα καὶ τοὺς πολίτας ἔφυγεν ἐκ τῆς πόλεως. οἱ δὲ Ἀργεῖοι κατὰ ζήτησιν ἐξιόντες, ὅπου δ ἀνεῦρον συλλαμβάνοντες ἐν δεσμοῖς ἂν εἶχον. ἔλεγον οὖν· «ὥσπερ βοῦς οἰστρήσασα διαφεύγει.» καὶ τελευταῖον ἐμπόροις τισὶ ξένοις δίδωσιν ἑαυτὴν καὶ ἱκετεύει ἐξάγειν εἰς Αἴγυπτον, ἔνθα ἀφικομένη τίκτει. καὶ ὁ μῦθος προσανεπλάσθη.