BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

41.

Περὶ Ζήθου καὶ Ἀμφίονος.

 

 

Περὶ Ζήθου καὶ Ἀμφίονος ἱστοροῦσιν ἄλλοι τε καὶ Ἡσίοδος ὅτι κιθάραι τὸ τεῖχος τῆς Θήβης ἐτείχισαν. δοκοῦσι δὲ ἔνιοι κιθαρίζειν ‹μὲν› αὐτούς, τοὺς δὲ λίθους αὐτομάτως ἀναβαίνειν ἐπὶ τὸ τεῖχος.

Τὸ δὲ ἀληθὲς ἔχει ὧδε. κιθαρωιδοὶ οὗτοι ἄριστοι ἐγένοντο καὶ ἐπεδείκνυντο μισθῶι. ἀργύριον δὲ οὐκ εἶχον οἱ τότε ἄνθρωποι. ἐκέλευον οὖν οἱ περὶ τὸν Ἀμφίονα, εἴ τις βούλοιτο ἀκούειν αὐτῶν, ἐρχόμενος ἐργάζεσθαι ἐπὶ τὸ τεῖχος· οὐ μέντοι οἱ λίθοι εἵποντο ἀκροώμενοι. εὐλόγως οὖν ἔλεγον οἱ ἄνθρωποι ὅτι λύραι τὸ τεῖχος ἐτειχίσθη.