Palaiphatos
floruit ca. 330 a. Chr. n.
Περὶ τῶν ἀπίστων ἱστοριῶνἘπιτομή
|
|
___________________________________________________
|
|
47.Περὶ Μαρσύου διήγημα.
Ὁ Μαρσύας ἀγροῖκος ἦν, γίνεται δ᾽ οὕτω μουσικός. ἐμίσησεν Ἀθηνᾶ τοὺς αὐλούς· οὐκ ὀλίγον γὰρ ἀφηιροῦντο τοῦ κάλλους. ἡ πηγὴ τὴν εἰκόνα δεξαμένη τὸ συμβὰν ἐδίδαξεν. οὕτω δὲ ἐρριμμένων τῶν αὐλῶν ὁ Μαρσύας ὑφίσταται. προσάπτει οὖν τοῖς χείλεσιν ἀνελὼν αὐτοὺς ὁ ποιμήν· οἱ δὲ ἦιδον θείαι δυνάμει καὶ ἄκοντος τοῦ χρωμένου. τέχνην ὁ Μαρσύας ἐνόμισεν εἶναι τὴν δύναμιν, καὶ χωρεῖ μὲν κατὰ Μουσῶν, χωρεῖ δὲ κατὰ Ἀπόλλωνος λέγων οὐδὲ θέλειν εἶναι λοιπόν, ἂν μὴ πλεονεκτήσηι τοῦ δαίμονος. ἐν ἐκείνηι τῆι φιλονεικίαι νικᾶται, καὶ τὸ δέρμα μετὰ τὴν ἧτταν ἐκδύεται. εἶδον ἐγὼ ποταμὸν ἐν Φρυγίαι· Μαρσύας ὄνομα τῶι ποταμῶι · καὶ ἔλεγον οἱ Φρύγες ὅτι τὸ ῥεῦμα τοῦτο ἐξ αἵματός ἐστι τοῦ Μαρσύου. |