BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

23.

Περὶ Μήστρας.

 

 

Περὶ Μήστρας τῆς Ἐρυσίχθονος φασὶν ὡς, ὁπότε βούλοιτο, ἀλλάσσειν τὴν ἰδέαν. ὃ μύθου καταγελάστου. πῶς γὰρ εἰκὸς ἐκ κόρης γενέσθαι βοῦν καὶ αὖθις κύνα ἢ ὄρνεον;

Τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἐρυσίχθων ἦν ἀνὴρ Θετταλός, διαφθείρας δὲ τὰ χρήματα πένης ἐγένετο. ἦν δὲ θυγάτηρ αὐτῶι καλὴ καὶ ὡραία Μήστρα ὀνόματι· ὅστις δὲ εἶδεν αὐτήν, ἐπιθυμητικῶς διέκειτο. ἀργυρίωι μὲν οὖν οἱ τότε ἄνθρωποι οὐκ ἐμνηστεύοντο, ἐδίδοσαν δὲ οἱ μὲν ἵππους, οἱ δὲ βοῦς, τινὲς δὲ πρόβατα ἢ ὅ τι ἂν ἐθέληι ἡ Μήστρα. ἔλεγον δὲ οἱ Θετταλοί, ὁρῶντες ἀθροιζόμενον τῶι Ἐρυσίχθονι τὸν βίον· «ἐγένετο ἐκ Μήστρας αὐτῶι καὶ ἵππος καὶ βοῦς καὶ τἄλλα.» ὅθεν ὁ μῦθος προσανεπλάσθη.