Palaiphatos
floruit ca. 330 a. Chr. n.
Περὶ τῶν ἀπίστων ἱστοριῶνἘπιτομή
|
|
___________________________________________________
|
|
22.Περὶ Φινέως.
Ἱστορεῖται περὶ Φινέως ὡς διεφόρουν Ἅρπυιαι τὸν βίον αὐτοῦ, δοκοῦσι δὲ ἔνιοι θηρία πετεινὰ εἶναι ταῦτα ἁρπάζοντα ἀπὸ τῆς τραπέζης τοῦ Φινέως τὸ δεῖπνον.Ἡ δὲ ἀλήθεια αὕτη. Φινεὺς ἦν Παιονίας βασιλεύς. γέροντα δὲ αὐτὸν ὄντα ἡ ὄψις ἐπέλιπεν οἵ τε ἄρρενες παῖδες ἀπέθανον. θυγατέρες δὲ ἦσαν αὐτῶι Ἐράσεια καὶ Ἁρπύρεια, αἵτινες τὸν βίον αὐτοῦ διέφθειρον. ἔλεγον οὖν οἱ πολῖται· «δύστηνος ὁ Φινεύς· αἱ Ἅρπυιαι αὐτοῦ διαφθείρουσι τὸν βίον.»Οἰκτείραντες δὲ αὐτὸν Ζήτης καὶ Κάλαϊς, ἀστυγείτονες αὐτῶι ὄντες, Βορέου δὲ παῖδες ἀνδρός, οὐκ ἀνέμου, βοηθήσαντες αὐτῶι, τάς τε θυγατέρας ἐξεδίωξαν ἐκ τῆς πόλεως καὶ τὰ χρήματα συναθροΐσαντες, ἐπίτροπον αὐτῶν κατέστησαν τῶν Θραικῶν τινα. |