BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

24.

Περὶ Γηρυόνου.

 

 

Γηρυόνην δέ φασιν ὅτι τρικάρηνος ἐγένετο. ἀδύνατον δὲ σῶμα ‹ἓν› τρεῖς ἔχειν κεφαλάς.

Ἦν δὲ τοιοῦτον. πόλις ἐστὶν ἐν τῶι Εὐξείνωι πόντωι Τρικαρηνία καλουμένη. ἦν δὲ ὁ Γηρυόνης ἐν τοῖς τότε ἀνθρώποις ὀνομαστός, πλούτωι τε καὶ τοῖς ἄλλοις διαφέρων· εἶχε δὲ καὶ βοῶν ἀγέλην θαυμαστήν, ἐφ᾽ ἣν ἐλθὼν Ἡρακλῆς ἀντιποιούμενον Γηρυόνην ἀπέκτεινεν. οἱ δὲ θεώμενοι περιελαυνομένας τὰς βοῦς ἐθαύμαζον· ἦσαν γὰρ τὸ μὲν μέγεθος μικραί, ἀπὸ δὲ κεφαλῆς ἐπὶ τὴν ὀσφὺν μακραὶ καὶ σιμαί, κέρατα οὐκ ἔχουσαι, ὀστέα δὲ μεγάλα καὶ πλατέα. πρὸς τοὺς πυνθανομένους οὖν ἔλεγόν τινες· «Ἡρακλῆς ταύτας περιήλασεν οὔσας Γηρυόνου τοῦ Τρικαρήνου.» τινὲς δὲ ἐκ τοῦ λεγομένου ὑπέλαβον αὐτὸν τρεῖς ἔχειν κεφαλάς.