BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

11.

Περὶ Κύκνου.

 

 

αὐτὸς λόγος καὶ περὶ Κύκνου τοῦ ἐν Κολωναῖς· καὶ γὰρ κἀκεῖνόν φασιν ὅτι ἄτρωτος ἦν.

Καὶ αὐτὸς ἦν αἰχμητὴς καὶ ἐπιστήμων μάχης· ἀπέθανε δὲ ἐν Τροίαι ὑπὸ Ἀχιλλέως λίθωι βληθείς, καὶ οὐδὲ τότε ἐτρώθη. ἔλεγον οὖν οἱ ἄνθρωποι, ὁρῶντες τὸν νεκρὸν αὐτοῦ, ὅτι ἄτρωτος ἦν, ὥσπερ καὶ νῦν λέγουσιν τοὺς ἀγωνιστάς, ἐάν τις ἄτρωτος ἦι. οὕτως κἀκεῖνοι ἐκλήθησαν ἄτρωτοι. κατηγορεῖ δὲ τούτων τῶν λόγων καὶ ἐμοὶ μαρτυρεῖ Αἴας ὁ Τελαμώνιος· καὶ γὰρ κἀκεῖνος ἐλέγετο ἄτρωτος, καὶ ἀπέθανε ξίφει τρωθεὶς ὑφ᾽ ἑαυτοῦ.