BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

10.

Περὶ Καινέως.

 

 

Καινέα φασὶν ὅτι ἄτρωτος ἦν. ὅστις δὲ ὑπο λαμβάνει ἄτρωτον εἶναί τινα ἀπὸ σιδήρου ἄνθρωπον ὄντα, ματαιάζει.

Ἡ δὲ ἀλήθεια ἔχει ὧδε. Καινεὺς ἦν ἀνὴρ Θετταλὸς τὸ γένος, ἀγαθὸς τὰ πολεμικὰ καὶ ἐπιστήμων τοῦ μάχεσθαι· γενόμενος δὲ ἐν πολλαῖς μάχαις οὐδέποτε ἐτρώθη, οὐδὲ ὅτε Λαπίθαις συμμαχῶν πρὸς Κενταύρους ἀπέθανεν· ἀλλὰ συλλαβόντες αὐτόν, μόνον κατέχωσαν, καὶ οὕτως ἐτελεύτησεν. ἔλεγον οὖν οἱ Λαπίθαι, ἀνελόμενοι τὸν νεκρὸν αὐτοῦ καὶ εὑρόντες μὴ τετρωμένον τὸ σῶμα· «Καινεὺς τόν τε ἄλλον βίον ἄτρωτος ἦν καὶ ἀπέθανεν ἄτρωτος.»