BIBLIOTHECA AUGUSTANA

 

Palaiphatos

floruit ca. 330 a. Chr. n.

 

Περὶ τῶν ἀπίστων ἱστοριῶν

Ἐπιτομή

 

___________________________________________________

 

 

 

12.

Περὶ Δαιδάλου καὶ Ἰκάρου.

 

 

Φασὶν ὅτι Μίνως Δαίδαλον καὶ Ἴκαρον τὸν υἱὸν αὐτοῦ καθεῖρξε διά τινα αἰτίαν, Δαίδαλος δὲ ποιήσας πτέρυγας ἀμφοτέροις προσθετάς, ἐξέπτη μετὰ τοῦ Ἰκάρου. νοῆσαι δὲ ἄνθρωπον πετόμενον, ἀμήχανον, καὶ ταῦτα πτέρυγας ἔχοντα προσθετάς.

Τὸ οὖν γενόμενον ἦν τοιοῦτον. Δαίδαλος ὢν ἐν τῆι εἱρκτῆι, καθεὶς ἑαυτὸν διὰ θυρίδος καὶ τὸν υἱὸν κατασπάσας, σκαφίδι ἐμβάς, ἀπήιει. αἰσθόμενος δὲ ὁ Μίνως πέμπει πλοῖα διώξοντα. οἱ δὲ ὡς ἤισθοντο διωκόμενοι, ἀνέμου λάβρου καὶ φοροῦ ὄντος, πετόμενοι ἐφαίνοντο. εἶτα πλέοντες οὐρίωι Κρητικῶι νότωι ἐν τῶι πελάγει περιτρέπονται· καὶ ὁ μὲν Δαίδαλος περισώιζεται εἰς τὴν γῆν, ὁ δὲ Ἴκαρος διαφθείρεται ὅθεν ἀπ᾽ ἐκείνου Ἰκάριον πέλαγος ἐκλήθη, ἐκβληθέντα δὲ ὑπὸ τῶν κυμάτων ὁ πατὴρ ἔθαψεν.