Aristoteles
384 - 322 a. Chr. n.
Περὶ ἑρμηνείας
|
|
________________________________________________________
|
|
10
Ἐπεὶ δέ ἐστί τι κατά τινος ἡ κατάφασις σημαίνουσα, [5] τοῦτο δέ 1) ἐστιν ἢ ὄνομα ἢ τὸ ἀνώνυμον, ἓν δὲ δεῖ εἶναι καὶ καθ' ἑνὸς τὸ ἐν τῆι καταφάσει (τὸ δὲ ὄνομα εἴρηται καὶ τὸ ἀνώνυμον πρότερον· τὸ γὰρ οὐκ ἄνθρωπος ὄνομα μὲν οὐ λέγω ἄλλ᾽ 2) ἀόριστον ὄνομα· ἓν γάρ πως σημαίνει τὸ 3)) ἀόριστον· ὥσπερ καὶ τὸ οὐχ ὑγιαίνει οὐ ῥῆμα ἄλλ᾽ ἀόριστον ῥῆμα 4)), ἔσται πᾶσα κατάφασις [10] καὶ ἀπόφασις 5) ἢ ἐξ ὀνόματος καὶ ῥήματος ἢ ἐξ ἀορίστου ὀνόματος καὶ ῥήματος. ἄνευ δὲ ῥήματος οὐδεμία κατάφασις οὐδὲ 6) ἀπόφασις· τὸ γὰρ ἔστιν ἢ ἔσται ἢ ἦν ἢ γίνεται 7), ἢ ὅσα ἄλλα τοιαῦτα, ῥήματα ἐκ τῶν κειμένων ἐστί 8)· προσσημαίνει γὰρ χρόνον. ὥστε πρώτη ἔσται 9) κατάφασις καὶ ἀπόφασις τὸ ἔστιν ἄνθρωπος – οὐκ [15] ἔστιν ἄνθρωπος, εἶτα ἔστιν οὐκ ἄνθρωπος – οὐκ ἔστιν οὐκ ἄνθρωπος, πάλιν ἔστι πᾶς ἄνθρωπος – οὐκ ἔστι πᾶς ἄνθρωπος, ἔστι πᾶς οὐκ ἄνθρωπος – οὐκ ἔστι πᾶς οὐκ ἄνθρωπος. καὶ ἐπὶ τῶν ἐκτὸς δὲ χρόνων ὁ αὐτὸς λόγος. ὅταν δὲ τὸ ἔστι τρίτον προσκατηγορῆται, ἤδη 10) διχῶς λέγονται αἱ ἀντιθέσεις. λέγω δὲ οἷον ἔστι [20] δίκαιος ἄνθρωπος· τὸ ἔστι τρίτον φημὶ συγκεῖσθαι ὄνομα ἢ ῥῆμα ἐν τῆι καταφάσει. ὥστε διὰ τοῦτο τέτταρα ἔσται ταῦτα, ὧν τὰ μὲν δύο πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν ἕξει κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσεις, τὰ δὲ δύο οὔ. λέγω δ' 11) ὅτι τὸ ἔστιν ἢ τῶι δικαίωι προσκείσεται ἢ τῶι οὐ δικαίωι, ὥστε καὶ ἡ ἀπόφασις. [25] τέτταρα οὖν ἔσται. νοοῦμεν 12) δὲ τὸ λεγόμενον ἐκ τῶν ὑπογεγραμμένων. ἔστι δίκαιος ἄνθρωπος· ἀπόφασις τούτου, οὐκ ἔστι δίκαιος ἄνθρωπος. ἔστιν οὐ δίκαιος ἄνθρωπος· τούτου ἀπόφασις, οὐκ ἔστιν οὐ δίκαιος ἄνθρωπος. τὸ γὰρ ἔστιν ἐνταῦθα καὶ τὸ οὐκ ἔστι 13) τῶι δικαίωι προσκείσεται καὶ τῶι οὐ δικαίωι. 14) ταῦτα μὲν [30] οὖν, ὥσπερ ἐν τοῖς Ἀναλυτικοῖς λέγεται, οὕτω τέτακται. ὁμοίως δὲ ἔχει κἂν καθόλου τοῦ ὀνόματος ἦι ἡ κατάφασις, οἷον πᾶς ἐστὶν ἄνθρωπος δίκαιος. ἀπόφασις τούτου 15), οὐ πᾶς ἐστὶν ἄνθρωπος δίκαιος. πᾶς ἐστὶν ἄνθρωπος οὐ δίκαιος – οὐ πᾶς ἐστὶν ἄνθρωπος οὐ δίκαιος. πλὴν οὐχ ὁμοίως τὰς κατὰ διάμετρον ἐνδέχεται [35] συναληθεύειν 16)· ἐνδέχεται δὲ ποτέ. αὗται μὲν οὖν δύο ἀντίκεινται, ἄλλαι δὲ δύο 17) πρὸς τὸ οὐκ ἄνθρωπος ὡς ὑποκείμενόν τι προστεθέν 18)· ἔστι δίκαιος οὐκ ἄνθρωπος – οὐκ ἔστι δίκαιος οὐκ ἄνθρωπος, ἔστιν οὐ δίκαιος οὐκ ἄνθρωπος – οὐκ ἔστιν οὐ δίκαιος οὐκ [20a] ἄνθρωπος. πλείους δὲ τούτων οὐκ ἔσονται ἀντιθέσεις. αὗται δὲ χωρὶς ἐκείνων αὐταὶ καθ' ἑαυτάς ἔσονται 19), ὡς ὀνόματι τῶι οὐκ ἄνθρωπος χρώμεναι. ἔφ' ὅσων δὲ τὸ ἔστι μὴ ἁρμόττει, οἷον ἐπὶ τοῦ ὑγιαίνει καὶ βαδίζει 20), ἐπὶ τούτων τὸ αὐτὸ ποιεῖ οὕτω τιθέμενον 21) ὡς ἂν εἰ τὸ ἔστι προσήπτετο, οἷον ὑγιαίνει πᾶς [5] ἄνθρωπος – οὐχ ὑγιαίνει πᾶς ἄνθρωπος, ὑγιαίνει πᾶς οὐκ ἄνθρωπος – οὐχ ὑγιαίνει πᾶς οὐκ ἄνθρωπος. οὐ γάρ ἐστι τὸ οὐ πᾶς ἄνθρωπος λεκτέον, ἀλλὰ τὸ οὔ, τὴν ἀπόφασιν, τῶι ἄνθρωπος προσθετέον. τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνει, ἀλλ' ὅτι καθόλου. δῆλον δὲ ἐκ τοῦδε, ὑγιαίνει ἄνθρωπος – οὐχ ὑγιαίνει ἄνθρωπος, [10] ὑγιαίνει οὐκ ἄνθρωπος – οὐχ ὑγιαίνει οὐκ ἄνθρωπος· ταῦτα γὰρ ἐκείνων διαφέρει τῶι μὴ καθόλου εἶναι 22). ὥστε τὸ πᾶς ἢ οὐδείς 23) οὐδὲν ἄλλο προσσημαίνει ἢ ὅτι καθόλου τοῦ ὀνόματος ἢ 24) κατάφησιν ἢ ἀπόφησιν. τὰ δὲ 25) ἄλλα τὰ αὐτὰ δεῖ προστιθέναι. [15]Ἐπεὶ δὲ 26) ἐναντία ἀπόφασίς ἐστι τῆι ἅπαν ἐστὶ ζῶιον δίκαιον ἡ σημαίνουσα ὅτι οὐδέν ἐστι ζῶιον δίκαιον, αὗται μὲν φανερὸν ὅτι οὐδέποτε ἔσονται οὔτε ἀληθεῖς ἅμα οὔτε ἐπὶ τοῦ αὐτοῦ, αἱ δὲ ἀντικείμεναι ταύταις ἔσονταί ποτε, οἷον οὐ πᾶν ζῶιον δίκαιον καὶ ἔστι τι ζῶιον δίκαιον. ἀκολουθοῦσι δὲ 27) αὗται, τῆι μὲν [20] πᾶς ἄνθρωπος οὐ δίκαιος ἐστὶν 28) ἡ οὐδείς ἐστιν ἄνθρωπος δίκαιος, τῆι δὲ ἔστι τις ἄνθρωπος δίκαιος 29) ἡ ἀντικειμένη ὅτι οὐ πᾶς ἄνθρωπος ἐστὶν 30) οὐ δίκαιος· ἀνάγκη γὰρ εἶναί τινα. φανερὸν δὲ καὶ ὅτι 31) ἐπὶ μὲν τῶν καθ' ἕκαστον, εἰ ἀληθὲς ἐρωτηθέντα ἀποφῆσαι, ὅτι καὶ καταφῆσαι ἀληθές· οἷον ἆρά γε Σωκράτης [25] σοφός; οὔ. Σωκράτης ἄρα οὐ σοφός. ἐπὶ δὲ τῶν καθόλου οὐκ ἀληθὴς ἡ ὁμοίως λεγομένη, ἀληθὴς δὲ ἡ ἀπόφασις, οἷον ἆρά γε πᾶς ἄνθρωπος σοφός; οὔ. πᾶς ἄρα ἄνθρωπος οὐ σοφός· τοῦτο γὰρ ψεῦδος. ἀλλὰ τὸ οὐ πᾶς ἄρα ἄνθρωπος σοφός ἀληθές· αὕτη δέ ἐστιν ἡ ἀντικειμένη, ἐκείνη δὲ ἡ ἐναντία. [30]Αἱ δὲ κατὰ τὰ ἀόριστα ἀντικείμεναι ὀνόματα καὶ ῥήματα, οἷον ἐπὶ τοῦ μὴ ἄνθρωπος καὶ μὴ δίκαιος, ὥσπερ ἀποφάσεις ἄνευ ὀνόματος καὶ ῥήματος δόξειαν 32) ἂν εἶναι. οὐκ εἰσὶ δέ· ἀεὶ γὰρ ἀληθεύειν ἀνάγκη ἢ ψεύδεσθαι τὴν ἀπόφασιν, ὁ δ' εἰπὼν οὐκ ἄνθρωπος οὐδὲν μᾶλλον τοῦ εἰπόντος 33) ἄνθρωπος [35] ἀλλὰ καὶ ἧττον ἠλήθευκέ τι ἢ ἔψευσται, ἐὰν μήτι 34) προστεθῆι. σημαίνει δὲ τὸ ἔστι πᾶς οὐκ ἄνθρωπος δίκαιος οὐδεμιᾶι ἐκείνων ταὐτόν, οὐδὲ 35) ἡ ἀντικειμένη ταύτηι ἡ οὐκ ἔστι πᾶς οὐκ ἄνθρωπος δίκαιος· τὸ δὲ πᾶς οὐ δίκαιος οὐκ ἄνθρωπος τῶι οὐδεὶς δίκαιος οὐκ ἄνθρωπος ταὐτὸν σημαίνει. [40][20b] Μετατιθέμενα δὲ τὰ ὀνόματα καὶ τὰ ῥήματα ταὐτὸν σημαίνει, οἷον ἔστι λευκὸς ἄνθρωπος, ἔστιν ἄνθρωπος λευκός. εἰ γὰρ μὴ τοῦτό ἐστι 36), τοῦ αὐτοῦ πλείους ἔσονται ἀποφάσεις. ἀλλ' ἐδέδεικτο ὅτι μία μιᾶς. τοῦ μὲν γὰρ ἔστι λευκὸς ἄνθρωπος ἀπόφασις τὸ οὐκ ἔστι λευκὸς ἄνθρωπος· τοῦ δὲ ἔστιν ἄνθρωπος λευκός, εἰ μὴ ἡ αὐτή ἐστι τῆι ἔστι λευκὸς ἄνθρωπος, ἔσται ἀπόφασις ἤτοι τὸ οὐκ ἔστιν οὐκ ἄνθρωπος λευκός ἢ τὸ οὐκ ἔστιν ἄνθρωπος λευκός. ἀλλ' ἡ ἑτέρα μέν ἐστιν ἀπόφασις τοῦ ἔστιν οὐκ ἄνθρωπος λευκός, ἡ ἑτέρα δὲ τοῦ ἔστι λευκὸς ἄνθρωπος, ὥστε ἔσονται δύο μιᾶς. ὅτι μὲν οὖν μετατιθεμένου τοῦ ὀνόματος καὶ τοῦ ῥήματος ἡ αὐτὴ γίνεται 37) κατάφασις καὶ ἀπόφασις, δῆλον._____________
1) δέ] δ' M-P 2) ἀλλ'] ἀλλὰ M-P 3) σημαίνει τὸ ἀόριστον] σημαίνει ἀόριστον M-P 4) ῥῆμα ἄλλ᾽ ἀόριστον ῥῆμα), ἔσται] ῥῆμα), ἔσται M-P 5) κατάφασις καὶ ἀπόφασις ἢ] κατάφασις ἢ M-P 6) οὐδὲ] οὐδ' M-P 7) γίνεται] γίγνεται M-P 8) ἐστί] ἐστίν M-P 9) πρώτη ἔσται κατάφασις] πρώτη κατάφασις M-P 10) τρίτον προσκατηγορῆται, ἤδη διχῶς] τρίτον προσκατηγορηθῆι, διχῶς M-P 11) δ'] δὲ M-P 12) νοοῦμεν] νοῶμεν M-P 13) ἐστί] ἐστίν M-P 14) δικαίωι προσκείσεται καὶ τῶι οὐ δικαίωι] δικαίωι καὶ τῶι οὐ δικαίωι προσκείσεται M-P 15) δίκαιος. ἀπόφασις τούτου, οὐ] δίκαιος. [ἀπόφασις] οὐ M-P 16) συναληθεύειν] συναληθεύεσθαι M-P 17) δὲ δύο πρὸς] δὲ πρὸς M-P 18) προστεθέν] προστεθέντος M-P 19) καθ' ἑαυτάς ἔσονται, ὡς] καθ' αὑτάς εἰσιν, ὡς M-P 20) ὑγιαίνει καὶ βαδίζει] ὑγιαίνειν καὶ βαδίζειν M-P 21) τιθέμενον] τιθέμενα M-P 22) καθόλου εἶναι. ὥστε] καθόλου. ὥστε M-P 23) οὐδείς] μηδείς M-P 24) ὀνόματος ἢ κατάφησιν] ὀνόματος κατάφησιν M-P 25) τὰ δὲ ἄλλα] τὰ οὖν ἄλλα M-P 26) δὲ] δ' M-P 27) δὲ] δ' M-P 28) ἄνθρωπος οὐ δίκαιος ἐστὶν] ἐστὶν ἄνθρωπος οὐ δίκαιος M-P 29) ἄνθρωπος δίκαιος] δίκαιος ἄνθρωπος M-P 30) ἄνθρωπος ἐστὶν] ἐστὶν ἄνθρωπος M-P 31) καὶ ὅτι] ὅτι καὶ M-P 32) δόξειαν] δόξαιεν M-P 33) τοῦ εἰπόντος ἄνθρωπος] τοῦ ἄνθρωπος M-P 34) μήτι] μή τι M-P 35) οὐδὲ] οὐδ' M-P 36) ἐστί] ἐστίν M-P 37) γίνεται] γίγνεται M-P |