BIBLIOTHECA AUGUSTANA

 

Aristoteles

384 - 322 a. Chr. n.

 

Περὶ ἑρμηνείας

 

________________________________________________________

 

 

 

11

 

Τὸ δὲ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ' ἑνὸς καταφάναι ἢ ἀποφάναι, ἐὰν μὴ ἕν τι ἦι τὸ ἐκ τῶν πολλῶν δηλούμενον 1), οὐκ ἔστι κατάφασις μία οὐδὲ ἀπόφασις. λέγω δὲ ἓν [15] οὐκ ἐὰν ὄνομα ἓν ἦι κείμενον, μὴ ἦι δὲ ἕν τι ἐξ ἐκείνων, οἷον ὁ ἄνθρωπος ἴσως ἐστὶ καὶ ζῶιον καὶ δίπουν καὶ ἥμερον, ἀλλὰ καὶ ἕν τι γίνεται 2) ἐκ τούτων· ἐκ δὲ τοῦ λευκοῦ καὶ τοῦ ἀνθρώπου καὶ τοῦ βαδίζειν οὐχ ἕν. ὥστε οὔτ' ἐὰν ἕν τι κατὰ τούτων καταφήσηι τις μία κατάφασις, ἀλλὰ φωνὴ μὲν μία καταφάσεις [20] δὲ πολλαί, οὔτε 3) ἐὰν καθ' ἑνὸς ταῦτα, ἀλλ' ὁμοίως πολλαί. εἰ οὖν ἡ ἐρώτησις ἡ διαλεκτικὴ ἀποκρίσεώς ἐστιν αἴτησις, ἢ τῆς προτάσεως ἢ θατέρου μορίου τῆς ἀντιφάσεως, ἡ δὲ πρότασις ἀντιφάσεως μιᾶς μόριον, οὐκ ἂν εἴη ἀπόκρισις μία 4) πρὸς ταῦτα· οὐδὲ γὰρ ἡ ἐρώτησις μία, οὐδ' ἐὰν 5) ἦι ἀληθής. [25] εἴρηται δὲ ἐν τοῖς Τοπικοῖς περὶ αὐτῶν. ἅμα δὲ δῆλον ὅτι οὐδὲ τὸ τί ἐστιν ἐρώτησίς ἐστι διαλεκτική· δεῖ γὰρ δεδόσθαι ἐκ τῆς ἐρωτήσεως ἑλέσθαι ὁπότερον βούλεται τῆς ἀντιφάσεως μόριον ἀποφήνασθαι. ἀλλὰ δεῖ τὸν ἐρωτῶντα προσδιορίσαι πότερον τόδε ἐστὶν ὁ ἄνθρωπος ἢ οὐ τοῦτο. [30]

Ἐπεὶ δὲ τὰ μὲν κατηγορεῖται συντιθέμενα, ὡς ἓν τὸ πᾶν κατηγόρημα τῶν χωρὶς κατηγορουμένων, τὰ δ' 6) οὔ, τίς ἡ διαφορά; κατὰ γὰρ τοῦ ἀνθρώπου ἀληθὲς εἰπεῖν καὶ χωρὶς ζῶιον καὶ χωρὶς δίπουν, καὶ ταῦτα 7) ὡς ἕν, καὶ ἄνθρωπον καὶ λευκόν, καὶ ταῦθ' ὡς ἕν. ἀλλ' οὐχί, εἰ σκυτεὺς καὶ ἀγαθός, [35] καὶ σκυτεὺς ἀγαθός. εἰ γάρ, ὅτι ἑκάτερον ἀληθές, εἶναι δεῖ 8) καὶ τὸ συνάμφω, πολλὰ καὶ ἄτοπα ἔσται. κατὰ γὰρ τοῦ ἀνθρώπου καὶ τὸ ἄνθρωπος ἀληθὲς καὶ τὸ λευκόν, ὥστε καὶ τὸ ἅπαν. πάλιν εἰ τὸ λευκὸν αὐτό 9), καὶ τὸ ἅπαν, ὥστε ἔσται ἄνθρωπος λευκός 10), καὶ τοῦτο εἰς ἄπειρον. καὶ πάλιν [21a] μουσικὸς λευκὸς βαδίζειν· καὶ ταῦτα πολλάκις πεπλεγμένα εἰς ἄπειρον. ἔτι εἰ ὁ Σωκράτης Σωκράτης καὶ ἄνθρωπος, καὶ Σωκράτης Σωκράτης 11) ἄνθρωπος. καὶ εἰ ἄνθρωπος καὶ δίπους, καὶ ἄνθρωπος ἄνθρωπος 12) δίπους.

Ὅτι μὲν οὖν, εἴ τις ἁπλῶς θήσει τὰς συμπλοκὰς γίνεσθαι 13), [5] πολλὰ συμβαίνει λέγειν ἄτοπα, δῆλον· ὅπως δὲ θετέον, λέγομεν νῦν. τῶν δὴ κατηγορουμένων, καὶ ἐφ' οἷς κατηγορεῖσθαι συμβαίνει, ὅσα μὲν λέγεται κατὰ συμβεβηκὸς ἢ κατὰ τοῦ αὐτοῦ ἢ θάτερον κατὰ θατέρου, ταῦτα οὐκ ἔσται ἕν, οἷον ἄνθρωπος λευκός ἐστι καὶ μουσικός, ἀλλ' οὐχ ἓν τὸ [10] λευκὸν καὶ τὸ μουσικόν· συμβεβηκότα γὰρ ἄμφω τῶι αὐτῶι. οὐδ' εἰ τὸ λευκὸν μουσικὸν ἀληθὲς εἰπεῖν, ὅμως οὐκ ἔσται τὸ μουσικὸν λευκὸν ἕν τι· κατὰ συμβεβηκὸς γὰρ τὸ μουσικὸν λευκόν, ὥστε οὐκ ἔσται τὸ λευκὸν μουσικὸν ἕν τι 14). διὸ οὐδ' ὁ σκυτεὺς ἁπλῶς ἀγαθός, ἀλλὰ ζῶιον δίπουν· οὐ γὰρ κατὰ συμβεβηκός. [15] ἔτι οὐδ' ὅσα ἐνυπάρχει ἐν τῶι ἑτέρωι· διὸ οὔτε τὸ λευκὸν πολλάκις οὔτε ὁ ἄνθρωπος ἄνθρωπος ζῶιὁν ἐστιν 15) ἢ δίπουν· ἐνυπάρχει γὰρ ἐν τῶι ἀνθρώπωι τὸ ζῶιον καὶ τὸ δίπουν. ἀληθὲς δέ ἐστιν 16) εἰπεῖν κατὰ τοῦ τινὸς καὶ ἁπλῶς, οἷον τὸν τινὰ ἄνθρωπον ἄνθρωπον ἢ τὸν τινὰ λευκὸν ἄνθρωπον 17) ἄνθρωπον λευκόν· [20] οὐκ ἀεὶ δέ, ἀλλ' ὅταν μὲν ἐν τῶι προσκειμένωι τῶν ἀντικειμένων τι ἐνυπάρχηι ὧι 18) ἕπεται ἀντίφασις, οὐκ ἀληθὲς ἀλλὰ ψεῦδος, οἷον τὸν τεθνεῶτα ἄνθρωπον ἄνθρωπον εἰπεῖν, ὅταν δὲ μὴ ἐνυπάρχηι, ἀληθές. ἢ ὅταν μὲν ἐνυπάρχηι, ἀεὶ οὐκ ἀληθές, ὅταν δὲ μὴ ἐνυπάρχηι, οὐκ ἀεὶ ἀληθές· ὥσπερ Ὅμηρός [25] ἐστί τι, οἷον ποιητής. ἆρ' οὖν καὶ ἔστιν, ἢ οὔ; κατὰ συμβεβηκὸς γὰρ κατηγορεῖται τοῦ Ὁμήρου τὸ ἔστιν 19)· ὅτι γὰρ ποιητής ἐστιν, ἀλλ' οὐ καθ' αὑτό, κατηγορεῖται κατὰ τοῦ Ὁμήρου τὸ ἔστιν. ὥστέ 20) ἐν ὅσαις κατηγορίαις μήτε ἐναντιότης ἔνεστιν, ἐὰν λόγοι ἀντ' ὀνομάτων λέγωνται, καὶ καθ' ἑαυτὰ 21) ἐν ὅσαις κατηγορίαις μήτε ἐναντιότης ἔνεστιν, ἐὰν λόγοι ἀντ' ὀνομάτων λέγωνται, καὶ καθ' ἑαυτὰ κατηγορῆται καὶ [30] μὴ κατὰ συμβεβηκός, ἐπὶ τούτων τὸ τί καὶ ἁπλῶς ἀληθὲς ἔσται εἰπεῖν. τὸ δὲ μὴ ὄν, ὅτι δοξαστόν, οὐκ ἀληθὲς εἰπεῖν ὄν τι· δόξα γὰρ αὐτοῦ οὐκ ἔστιν ὅτι ἔστιν, ἀλλ' ὅτι οὐκ ἔστιν.

 

_____________

 

1) πολλῶν δηλούμενον, οὐκ] πολλῶν συγκείμενον, οὐκ M-P 

2) γίνεται] γίγνεται M-P 

3) οὔτε] οὔτ' M-P 

4) ἀπόκρισις μία] μία ἀπόκρισις M-P 

5) ἐὰν] ἂν M-P 

6) δ'] δὲ M-P 

7) ταῦτα] ταῦθ' M-P 

8) ἑκάτερον ἀληθές, εἶναι δεῖ καὶ] ἑκάτερον, καὶ M-P 

9) λευκὸν αὐτό, καὶ] λευκόν, καὶ M-P 

10) λευκός, καὶ] λευκὸς λευκός, καὶ M-P 

11) Σωκράτης Σωκράτης ἄνθρωπος] Σωκράτης ἄνθρωπος M-P 

12) ἄνθρωπος ἄνθρωπος δίπους] ἄνθρωπος δίπους M-P 

13) γίνεσθαι] γίγνεσθαι M-P 

14) μουσικὸν ἕν τι. διὸ] μουσικόν. διὸ M-P 

15) ζῶιὁν ἐστιν ἢ δίπουν] ζῶιὁν ἢ δίπουν M-P 

16) τὸ ζῶιον καὶ τὸ δίπουν. ἀληθὲς δέ ἐστιν] τὸ δίπουν καὶ τὸ ζῶιον. ἀληθὲς δ' ἐστὶν M-P 

17) ἄνθρωπον ἄνθρωπον λευκόν] ἄνθρωπον λευκόν M-P 

18) ἐνυπάρχηι ὧι ἕπεται] ἐνυπάρχηι οἷς ἕπεται M-P 

19) κατηγορεῖται τοῦ Ὁμήρου τὸ ἔστιν· ὅτι] κατηγορεῖται τὸ ἔστιν τοῦ Ὁμήρου· ὅτι M-P 

20) ὥστέ] ὥστ' M-P 

21) ἑαυτὰ] αὑτὰ M-P