BIBLIOTHECA AUGUSTANA

 

Aristoteles

384 - 322 a. Chr. n.

 

Περὶ ἑρμηνείας

 

________________________________________________________

 

 

 

5

 

στι δὲ εἷς πρῶτος λόγος ἀποφαντικὸς κατάφασις, εἶτα ἀπόφασις· οἱ δ' ἄλλοι πάντες συνδέσμωι 1) εἷς. ἀνάγκη δὲ πάντα λόγον ἀποφαντικὸν ἐκ ῥήματος εἶναι ἢ πτώσεως [10] ῥήματος· καὶ 2) γὰρ ὁ τοῦ ἀνθρώπου λόγος, ἐὰν μὴ τὸ ἔστιν ἢ ἦν ἢ ἔσται 3) ἤ τι τοιοῦτον προστεθῆι, οὔπω λόγος ἀποφαντικός. διότι δὴ 4) ἕν τί ἐστιν ἀλλ' οὐ πολλὰ τὸ ζῶιον πεζὸν δίπουν· οὐ γὰρ δὴ τῶι σύνεγγυς εἰρῆσθαι εἷς ἔσται. ἔστι δὲ ἄλλης πραγματείας τοῦτο 5) εἰπεῖν. ἔστι δὲ εἷς λόγος ἀποφαντικὸς ἢ [15] ὁ ἓν δηλῶν ἢ ὁ συνδέσμωι εἷς, πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἓν ἢ οἱ ἀσύνδετοι. τὸ μὲν οὖν ὄνομα ἢ 6) ῥῆμα φάσις ἔστω μόνον, ἐπειδὴ 7) οὐκ ἔστιν εἰπεῖν οὕτω δηλοῦντά τι τῆι φωνῆι ὥστε 8) ἀποφαίνεσθαι, ἢ ἐρωτῶντός τινος, ἢ μὴ, ἀλλ' αὐτὸν προαιρούμενον. τούτων δ' ἡ μὲν ἁπλῆ ἐστὶν ἀπόφανσις, οἷον [20] τὶ κατά τινος ἢ τὶ ἀπό τινος, ἡ δ' ἐκ τούτων συγκειμένη οἷον λόγος τις ἤδη σύνθετος. ἔστι δὲ 9) ἡ ἁπλῆ 10) ἀπόφανσις φωνὴ σημαντικὴ περὶ τοῦ ὑπάρχειν 11) τι ἢ μὴ ὑπάρχειν 12), ὡς οἱ χρόνοι διήιρηνται.

 

_____________

 

1) ἄλλοι πάντες συνδέσμωι] ἄλλοι συνδέσμωι M-P 

2) πτώσεως ῥήματος· καὶ] πτώσεως· καὶ M-P 

3) ἢ ἦν ἢ ἔσται] ἢ ἔσται ἢ ἦν M-P 

4) δὴ] δὲ M-P 

5) πραγματείας τοῦτο] τοῦτο πραγματείας M-P 

6) ἢ] καὶ τὸ M-P 

7) ἐπειδὴ] ἐπεὶ M-P 

8) ὥστε] ὥστ' M-P 

9) δὲ] δ' M-P 

10) ἡ ἁπλῆ] ἡ μὲν ἁπλῆ M-P 

11) τοῦ ὑπάρχειν] τοῦ εἰ ὑπάρχει M-P 

12) ὑπάρχειν] ὑπάρχει M-P