BIBLIOTHECA AUGUSTANA

 

Aristoteles

384 - 322 a. Chr. n.

 

Περὶ ἑρμηνείας

 

________________________________________________________

 

 

 

4

 

Λόγος δέ ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην, ἧς 1) τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον, ὡς φάσις, ἀλλ' οὐχ ὡς κατάφασις ἢ ἀπόφασις. λέγω 2) δέ, οἷον ἄνθρωπος σημαίνει μέν τι, 3) ἀλλ' οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστιν· ἀλλ' ἔσται κατάφασις ἢ ἀπόφασις, ἐάν τι προστεθῆι. ἀλλ' οὐχὶ 4) τοῦ ἀνθρώπου [30] συλλαβὴ μία. οὐδὲ γὰρ ἐν τῶι μῦς τὸ ῦς 5) σημαντικόν, ἀλλὰ φωνή ἐστι νῦν μόνον. ἐν δὲ τοῖς διπλοῖς σημαίνει μέν, ἀλλ' οὐ καθ' αὑτό, ὡς προείρηται. 

[17a] Ἔστι δὲ λόγος ἅπας μὲν σημαντικός, οὐχ ὡς ὄργανον δέ, ἀλλ' ὡς προείρηται 6) κατὰ συνθήκην. ἀποφαντικὸς δὲ οὐ πᾶς, ἀλλ' ἐν ὧι τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει. οὐκ ἐν ἅπασι δὲ ὑπάρχει, οἷον ἡ εὐχὴ λόγος μέν, ἀλλ' οὔτε 7) ἀληθὴς οὔτε ψευδής. οἱ μὲν οὖν ἄλλοι ἀφείσθωσαν· ῥητορικῆς γὰρ ἢ ποιητικῆς οἰκειοτέρα ἡ σκέψις· ὁ δὲ ἀποφαντικὸς τῆς νῦν θεωρίας. [5]

 

_____________

 

1) σημαντικὴ κατὰ συνθήκην, ἧς] σημαντικὴ, ἧς M-P 

2) κατάφασις ἢ ἀπόφασις. λέγω] κατάφασις. λέγω M-P 

3) σημαίνει μέν τι] σημαίνει τι M-P 

4) οὐχὶ] οὐχ ἡ M-P 

5) ῦς] υς M-P 

6) ὡς προείρηται] ὥσπερ εἴρηται M-P 

7) οὔτε] οὔτ' M-P